Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.251
Not analysed yet
ἀκούσασι καὶ μὴ πεισθεῖσι, πάλιν τὰ αὐτὰ εἰπεῖν. χρὴ γὰρ ἀπὸ τῆς τῶν γινομένων ποιότητος δοκιμάζεσθαι τὰ ἑκάστου, καὶ οὐ πάντως εἰς λόγους ὁρᾶν. ἀποπληροῦν δὲ λέγει ἑαυτὸν τὰ ἔργα ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, οὐ τὴν ἄνωθεν καθά τις ἅγιος καρπούμενος δύναμιν, οὐδ' ὡς ἀδυναμίαν ἑαυτῷ κατηγορῶν, ὁ Θεὸς ἐκ Θεοῦ, ὁ τοῦ Πατρὸς ὁμοούσιος, ἡ δύναμις τοῦ Πατρὸς, ἀλλ' ὡς ἀπονέμων τῇ θείᾳ δόξῃ τὴν τῶν τελουμένων δύναμιν, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς τὰ ἔργα φησὶ ποιεῖν. πλὴν καὶ ἀνάγει ἐπὶ τὸν Πατέρα τὴν τιμήν· ἵνα μὴ δῷ τοῖς Ἰουδαίοις ἀφορμὴν τοῦ ἐπιφύεσθαι αὐτῷ. ὅμως καὶ ἄξιον ἡγήσατο μὴ παρελθεῖν τὸ μέτρον τῆς τοῦ δούλου μορφῆς κἂν ὑπάρχῃ Θεὸς καὶ Κύριος. εἰπὼν δὲ ὅτι ἐν ὀνόματι τοῦ Πατρὸς ποιεῖ τὰ ἔργα, διδάσκει ὅτι οἱ Ἰουδαῖοι βλασφημοῦντες ἔλεγον, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια. ἐπεὶ δὲ ὁ Πατὴρ, οὐκ ἐπειδὴ πατήρ ἐστι, ποιεῖ τὰ θαύματα, ἀλλ' ἐπειδὴ Θεός ἐστι φύσει· καὶ ὁ Υἱὸς ἄρα, οὐκ ἐπειδὴ Υἱὸς, ἀλλ' ὡς Θεὸς ἐκ Θεοῦ, δύναται καὶ αὐτὸς τὰ τοῦ Πατρὸς ἔργα ποιεῖν· διὸ οἰκονομικῶς εἶπεν, ἐν ὀνόματι τοῦ Πατρὸς τὰ ἔργα ποιεῖν. Ἀλλ' ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν. καθὼς δὲ εἶπον ὑμῖν, τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Ἀπόδειξις τῶν τοῦ Χριστοῦ προβάτων, τὸ εὐήκοον καὶ τὸ ἕτοιμον εἰς εὐπείθειαν, ὥσπερ τῶν ἀλλοτρίων τὸ ἀπειθές. τὸ γάρ Ἀκούειν ὧδε νοοῦμεν, τὸ τοῖς λεγομένοις πεισθῆναι· ἐκεῖνοι δὲ γινώσκονται ὑπὸ Θεοῦ οἱ ἀκούοντες αὐτοῦ· τὸ δέ