Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.252
Not analysed yet
Γινώσκεσθαι δηλοῖ τὸ οἰκειοῦσθαι· καθόλου γὰρ οὐδεὶς ὑπὸ τοῦ Θεοῦ ἀγνοεῖται. ὅταν οὖν λέγῃ Γινώσκω τὰ ἐμὰ, τοῦτό φησιν, ὅτι προσδέξομαι καὶ οἰκειώσομαι αὐτὰ μυστικῶς τε καὶ σχετικῶς. εἴποι δ' ἄν τις ὅτι καὶ καθὸ ἄνθρωπος γέγονε, πάντας ἀνθρώπους ᾠκειώσατο διὰ τὸ ὁμογενὲς, ὥστε οἰκεῖοι πάντες ἐσμὲν Χριστῷ κατὰ σχέσιν μυστικὴν, καθὸ γέγονεν ἄνθρωπος· ἀλλότριοι δὲ ὅσοι μὴ φυλάττουσι τὴν σύμμορφον τῆς ἁγιότητος εἰκόνα. οὕτω γὰρ καὶ Ἰουδαῖοι οἰκεῖοι ὄντες κατὰ γένος τοῦ Ἁβραὰμ τοῦ πιστοῦ, ἐξ ὧν ἄπιστοι γεγόνασιν, ἐστερήθησαν τῆς ἐκείνου συγγενείας διὰ τὴν τῶν τρόπων ἀνομοιότητα. φησὶ δὲ ὅτι Καὶ ἀκολουθοῦσί μοι τὰ πρόβατα· οἱ γὰρ πειθόμενοι καὶ ἕπονται ἀπό τινος θεοσδότου χάριτος κατ' ἴχνος Χριστοῦ, οὐκέτι ταῖς νομικαῖς δουλεύοντες σκιαῖς, ἀλλ' οἷς ὁ Χριστὸς ἐπιτάττει καὶ τῷ αὐτοῦ ἀκολουθοῦντες λόγῳ, διὰ χάριτος εἰς τὸ αὐτοῦ ἀναβήσονται ἀξίωμα, υἱοὶ Θεοῦ καλούμενοι. Χριστοῦ γὰρ ἀνιόντος εἰς τοὺς οὐρανοὺς, κἀκεῖνοι ἀκολουθήσουσιν αὐτῷ. ἀμοιβὴν δὲ καὶ γέρας τοῖς ἑπομένοις αὐτῷ τὴν ζωὴν τὴν αἰώνιον χαρίσασθαί φησι, καὶ τὸ μὴ ὑποκεῖσθαι θανάτῳ ἢ φθορᾷ καὶ ταῖς βασάνοις ταῖς ἐπαγομέναις παρὰ τοῦ Κριτοῦ τοῖς πλημμελήσασι. δι' ὧν δὲ δίδωσι ζωὴν, δείκνυσιν αὐτὸς ζωὴ ὢν φύσει· καὶ ὅτι αὐτὸς ταύτην χορηγεῖ ἐξ ἑαυτοῦ καὶ οὐκ ἐξ ἑτέρου λαβών. ζωὴν δὲ νοοῦμεν αἰώνιον, οὐ τὴν μακροημέρευσιν, ἧς πάντες μέλλουσιν ἀπολαύειν μετὰ τὴν ἀνάστασιν καλοί τε καὶ κακοί· ἀλλὰ καὶ τὸ ἐν εὐθυμίᾳ διάγειν. Δυνατὸν δὲ ζωὴν νοεῖν καὶ τὴν μυστικὴν εὐλογίαν δι' ἧς ἐμφυτεύει Χριστὸς τὴν ἑαυτοῦ ζωὴν, διὰ τῆς μεταλήψεως τῆς ἰδίας σαρκὸς τοῖς πιστοῖς, κατὰ τὸ εἰρημένον "Ὁ