Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.253
Not analysed yet
"τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει "ζωὴν αἰώνιον." Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκέ μοι πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν. Οἱ πιστοὶ καὶ τὴν ἐπικουρίαν ἔχουσι τοῦ Χριστοῦ, οὐ δυναμένου τοῦ διαβόλου ἁρπάζειν αὐτούς· ἤτοι οἱ ἔχοντες ἀκατάπαυστον τῶν ἀγαθῶν ἀπόλαυσιν, μένουσιν ἐν αὐτῷ, οὐχ ἁρπάζοντος αὐτοὺς ἔτι τινὸς ἀπὸ τῆς δοθείσης αὐτοῖς εὐθυμίας εἰς τιμωρίαν ἢ βασάνους. οὐ γὰρ δυνατὸν τοὺς ὄντας ἐν τῇ τοῦ Χριστοῦ χειρὶ, ἁρπαγῆναι εἰς τὸ κολασθῆναι, διὰ τὸ ἄγαν ἰσχύειν τὸν Χριστόν· ἡ γὰρ χεὶρ ἐν τῇ θείᾳ γραφῇ, τὴν δύναμιν δηλοῖ· ὅτι μὲν οὖν ἀνίκητος ἡ τοῦ Χριστοῦ χεὶρ καὶ εἰς πάντα ἰσχύουσα, ἀναμφίβολον. ἀλλ' ἐπείπερ ἑώρα τοὺς Ἰουδαίους καταγελῶντας αὐτοῦ ὡς ἀνθρώπου ψιλοῦ, μὴ νοοῦντας ὅτι φύσει Θεὸς ἦν ὁ ὁρώμενος καὶ ψηλαφώμενος ἄνθρωπος, πείθων αὐτοὺς ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς δύναμις, φησὶν, ὅτι οὐδεὶς ἁρπάσει ἀπὸ τῆς χειρὸς τοῦ Πατρός μου, τουτέστιν ἐμοῦ. ἑαυτὸν γάρ φησι τὴν παντοδύναμον τοῦ Πατρὸς δεξιάν· ὡς δι' αὐτοῦ πάντα ἐνεργοῦντος τοῦ Πατρός· ὡς καὶ διὰ τῆς ἡμετέρας χειρὸς τὰ παρ' ἡμῶν ἐνεργούμενα. ἐν πολλοῖς γὰρ τῆς γραφῆς τόποις, ὁ Χριστὸς χεὶρ ὀνομάζεται καὶ δεξιὰ τοῦ Πατρός· ὅπερ σημαίνει τὴν δύναμιν· καὶ ἁπλῶς χεὶρ ὀνομάζεται Θεοῦ ἡ παντουργικὴ ἐνέργεια καὶ ἰσχύς. ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. λέγεται δὲ ὁ