Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.254
Not analysed yet
Πατὴρ διδόναι τῷ Υἱῷ, οὐχ ὡς μὴ ἔχοντι ἀεὶ ὑπὸ χεῖρα τὴν κτίσιν, ἀλλ' ὡς ὄντι αὐτῷ φύσει ζωῇ, προσκομίζων ἡμᾶς τοὺς ἐπιδεομένους ζωῆς, ἵνα διὰ τοῦ Υἱοῦ ζωοποιηθῶμεν τοῦ ὄντος φύσει ζωῆς, καὶ οἴκοθεν ἔχοντος τοῦτο. πλὴν καὶ καθὸ γέγονεν ἄνθρωπος, ἁρμόζει αὐτῷ τὸ αἰτεῖν τε καὶ λαμβάνειν παρὰ τοῦ Πατρὸς ἃ εἶχεν ὡς φύσει Θεός. Ἐάσας γὰρ τὰ ἀνθρώπινα ὁ Χριστὸς, ἐπὶ τὸ θεοπρεπὲς αὐτοῦ ἀνατρέχει ἀξίωμα, ἐναβρυνόμενος τοῖς φυσικοῖς αὐτοῦ πλεονεκτήμασι διὰ τὸ χρήσιμον τῶν πιστῶν καὶ τὴν ὑγιᾶ πίστιν, ἥτις ἐστὶ τὸ μηδόλως ὑποπτεύειν ἐλάττονα εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. οὕτω γὰρ δείκνυται εἰκὼν ἀσινὴς τοῦ Πατρὸς, ὁλόκληρον ἐν ἑαυτῷ καὶ ὑγιῆ διασώζων τὸν τοῦ Πατρὸς χαρακτῆρα. ἓν δὲ λέγομεν τὸν Υἱὸν καὶ τὸν Πατέρα, οὐκ ἀναφύροντες τὰς ἐν ἀριθμῷ μονάδας, καθώς τινες τὸν αὐτὸν εἶναι λέγουσι Πατέρα καὶ Υἱὸν, ἀλλὰ ἰδίως ὑφεστάναι πιστεύοντες τὸν Πατέρα, καὶ ἰδίως τὸν Υἱὸν, τοὺς δὲ δύο εἰς μίαν οὐσίας ταυτότητα συνάγοντες, καὶ μίαν ἔχοντας ἰσχὺν εἰδότες, ὡς ἐν τῷ ἑτέρῳ ἕτερον ἀπαραλλάκτως ὁρᾶσθαι. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. διὰ μὲν τοῦ Ἓν, τὴν ταυτότητα τῆς οὐσίας σημαίνει· διὰ δὲ τοῦ Ἐσμὲν εἰς δυάδα τέμνει τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγει θεότητα. Πλὴν κἀκεῖνο κατὰ Ἀρειανῶν σημειωτέον, ὅτι ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ τῆς ταὐτοβουλίας ἡ δήλωσις, ἀλλ' ἡ τῆς οὐσίας ἑνότης σημαίνεται· ὅτι γὰρ καὶ Ἰουδαῖοι ἐνόησαν ὅτι τοῦτο εἰπὼν Θεὸν ἑαυτὸν εἶναι λέγει καὶ ἴσον