Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.260
Not analysed yet
λέγεται μὲν γὰρ ἁγιάζεσθαι τὸ ἀνατιθέμενον τῷ Θεῷ. καὶ γοῦν ἔφη πρὸς Μωυσέα "Ἁγίασόν μοι πᾶν πρωτότοκον." ἁγιάζεται δὲ πάλιν τὸ προχειρισθὲν παρὰ Θεοῦ πρὸς τὸ πρᾶξαί τι τῶν κατὰ γνώμην αὐτοῦ· οὕτω γὰρ περί τε τοῦ Κύρου καὶ τῶν Μήδων φησὶν, ὅτε τῆς Βαβυλωνίων αὐτοὺς καταστρατεύειν ἤθελε "Γίγαντες ἔρχονται πληρῶσαι τὸν "θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες· ἡγιασμένοι εἰσὶ, "καὶ ἐγὼ ἄγω αὐτούς." ἁγιάζεται δὲ πάλιν τὸ ἐν μεθέξει γεγονὸς τοῦ Ἁγίου Πνεύματος. οὐκοῦν ἡγιάσθαι φησὶν ἑαυτὸν παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς προχειρισθέντα παρ' αὐτοῦ πρὸς κατόρθωσιν τῆς τοῦ κόσμου ζωῆς, καὶ κατὰ τῆς τῶν ἀντικειμένων καταλύσεως· ἢ καὶ ἔτι, καθὸ ἐπέμφθη εἰς τὸ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας σφαγῆναι· καὶ γὰρ ἅγια καλοῦνται καὶ τὰ ἀφοριζόμενα εἰς θυσίαν Θεῷ. ἡγιάσθαι δέ φαμεν αὐτὸν καὶ μεθ' ἡμῶν ἀνθρωπίνως ὅτε γέγονε σάρξ· ἡγιάσθη γὰρ αὐτοῦ ἡ σὰρξ, δεξαμένη τὸν ἑνωθέντα αὐτῇ Λόγον, μὴ οὖσα φύσει ἁγία· δι' ὧν δὲ τοῦτο γίνεται, ἁγιάζεται παρὰ τοῦ Πατρός· μία γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἡ Θεότης. Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ καὶ ἐγὼ ἐν αὐτῷ. Ὃ λέγει, τοιοῦτόν ἐστιν. ἐπειδὴ τὸ εἰπεῖν τινα Πατέρα τὸν Θεὸν εὐχερές· τὸ μέν τοι δεῖξαι δι' ἔργων τοῦτο,