Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.27
Not analysed yet
γὰρ μάλιστα θαυμάζειν ἄξιον τῆς τε ἀνεξικακίας τὸ μέτρον, καὶ τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὴν ὑπερβολήν· διὰ τοῦτο καὶ ὁ Πέτρος ἐπιστέλλει περὶ αὐτοῦ "Ὃς λοιδορού"μενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ "τῷ κρίνοντι δικαίως." οὐκοῦν ἀναλώσω φησὶ τὸν πρὸς ὑμᾶς νῦν μάλιστα λόγον, οὐκ ἐφ' οἷς ὑμῖν ἔθος· εἰς φιλοψογίας δηλονότι καὶ τὴν ἐπ' οὐδενὶ τῶν χρησίμων τριβήν· ἀλλὰ τὸ κρίνειν ὑμᾶς καιρῷ τηρήσας τῷ πρέποντι, τῶν ὑμῖν συμφερόντων ἀνθέξομαι, καὶ τῆς εἰς ὑμᾶς οὐκ ἀποστήσομαι φειδοῦς, κἂν ἐξ ἀπονοίας τῆς ἐνούσης ὑμῖν ἀσυνέτως ὑβρίζετε. ἔλεγον τοίνυν πρὸς ὑμᾶς ἀρτίως "Ἐγώ εἰμι τὸ φῶς "τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ "σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς·" ἐπὶ τούτῳ παραλόγως ἀσχάλλοντες ἀνεπηδᾶτε δριμεῖς "Σὺ περὶ σεαυτοῦ "μαρτυρεῖς, ἀναβοῶντες ἐκτόπως, ἡ μαρτυρία σου οὐκ ἔστιν "ἀληθής." πρὸς δὴ τὰ τοιαῦτα πάλιν ἐγώ "Κἂν ἐγὼ μαρ"τυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι "οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω." ἀλλ' εἰ δοκῶ τις εἶναι φορτικὸς, ταῦτα λέγων ἐν ὑμῖν, εἰ μὴ δεκτός εἰμι μάρτυς περὶ τῶν ἐμοὶ προσόντων ἀξιωμάτων φυσικῶν, ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι κἀγὼ ἃ ἤκουσα παρ' αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. ταυτολογῶ, φησὶ, τῷ πέμψαντί με Πατρὶ, συνῳδὰ τοῖς ἐκείνου φθέγγομαι ῥήμασιν, ὅτι φῶς εἰμι κατὰ φύσιν εἰπών. ἅπερ οὖν ἤκουσα λέγοντος περὶ ἐμοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ταῦτα λαλῶ εἰς τὸν κόσμον. οὐκοῦν εἰ ψεύδομαι καθ' ὑμᾶς, καὶ οὐκ ἀληθής ἐστιν ἡ μαρτυρία μου, προεψεῦσθαι πάντως ἀναγκαῖον ὑμᾶς εἰπεῖν τὸν Πατέρα. ἀλλ' ἔστιν ἀληθής· οὐκοῦν οὐ διέψευσμαι, καὶ εἰ μὴ τοῖς παρ' ἐμοῦ καταπείθησθε λόγοις, δυσωπήθητε, φησὶ, τὰς τοῦ πέμψαντός με φωνάς. τί γὰρ ἔφη περὶ ἐμοῦ; "Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·" καὶ πάλιν πρὸς τοὺς