Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.261
Not analysed yet
δυσχερὲς καὶ ἀδύνατον τῇ κτίσει· δι' ὧν κατορθῶ, φησὶ, θεοπρεπῶς, ἴσος φαίνομαι τῷ Θεῷ καὶ Πατρί· καὶ οὐδεμία ὑμῖν ἀπολογία ἀπιστοῦσι, τῇ πείρᾳ μαθοῦσιν, ὅτι ἴσος εἰμὶ τῷ Πατρὶ, δι' ὧν ποιῶ θεοπρεπῶν ἔργων, εἰ καὶ διὰ τὴν σάρκα ἔδοξά τις εἶναι παρ' ὑμῖν, ὡς εἷς τῶν πολλῶν. ἐντεῦθεν δυνατὸν ἐννοεῖν ὅτι "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ "Πατὴρ ἐν ἐμοί." ἡ γὰρ τῆς οὐσίας ταυτότης τὸν Πατέρα ἐν Υἱῷ καὶ τὸν Υἱὸν ἐν Πατρὶ εἶναι καὶ ὁρᾶσθαι ποιεῖ. καὶ γὰρ καὶ ἐφ' ἡμῶν ἡ τοῦ Πατρὸς ἡμῶν οὐσία γινώσκεται ἐν τῷ παρ' αὐτοῦ τεχθέντι, καὶ ἐν τῷ τεκόντι πάλιν ἡ τοῦ τεχθέντος. εἷς γὰρ ἐν πᾶσιν ὁ τῆς φύσεως ὅρος, καὶ ἓν οἱ πάντες τῇ φύσει. ἐν δὲ τῷ διακεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἓν οἱ πολλοί. ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τοῦ κατὰ φύσιν Θεοῦ· ἀσώματον γὰρ τὸ θεῖον, εἰ καὶ ἐν ἰδιαζούσαις ὑπάρξεσι τὴν ἁγίαν νοοῦμεν Τριάδα. Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός· Υἱὸς δὲ πάλιν ὁ Υἱὸς καὶ οὐ Πατήρ· καὶ Πνεῦμα Ἅγιον ἰδιαζόντως τὸ Πνεῦμα, εἰ καὶ οὐκ εἰσὶν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἑνότητα. Μιᾶς τοίνυν οὔσης θεότητος ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, τὸν Πατέρα ἐν Υἱῷ, τὸν δὲ Υἱὸν ἐν Πατρὶ λέγομεν ὁρᾶσθαι. ἀναγκαῖον δὲ κἀκεῖνο εἰδέναι, ὅτι περ οὐ τὸ βούλεσθαι ταὐτὰ τῷ Πατρὶ, οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν