Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.262
Not analysed yet
γνώμην, παρασκευάζει λέγειν τὸν Υἱόν "Ἐγὼ ἐν τῷ Πατρὶ "καὶ ὁ Πατὴρ ἐν ἐμοὶ," καί "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·" ἀλλ' ὅτι τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φαίνει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. φησὶ γὰρ ὅτι τὰ αὐτὰ καὶ βούλεται καὶ λαλεῖ καὶ ἰσχύει τῷ Πατρὶ, καὶ κατορθοῖ εὐκόλως ὃ θέλει, καὶ ἅπερ ὁ Πατὴρ ποιεῖ, ἵνα διὰ πάντων δεχθῇ ὁμοούσιος αὐτῷ καὶ τῆς οὐσίας αὐτοῦ καρπὸς ἀληθὴς, καὶ οὐ μόνον ἔχων πρὸς αὐτὸν ἑνότητα σχετικὴν ἐν μόνοις ὁμοίοις θελήμασι καὶ θεσμοῖς ἀγάπης· ὃ καὶ τοῖς κτίσμασι προσεῖναι λέγομεν. Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν ἐποίησεν σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται ὁ Σωτὴρ, τὰ Ἱεροσόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ τὴν ἐξ ἐθνῶν δὲ ἐκκλησίαν μεταβήσεται τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος· ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραιούμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τό Πέραν τοῦ Ἰορδάνου αὐλίζεσθαι τὸν Χριστόν. οἱ τοίνυν περάσαντες τὸν Ἰορδάνην διὰ τοῦ ἁγίου βαπτίσματος, ἀποκομίζονται πρὸς Θεόν· καὶ