Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.263
Not analysed yet
γὰρ μετέβη ἀπὸ τῆς τῶν Ἰουδαίων συναγωγῆς ἐπὶ τὰ ἔθνη· καὶ τότε πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἐπίστευσαν ταῖς περὶ αὐτοῦ λεχθείσαις παρὰ τῶν ἁγίων φωναῖς. καὶ πιστεύουσιν εἰς αὐτὸν ἐκεῖ, ὅπου αἱ τῶν ὑδάτων πηγαὶ, ὅπου τὸ ἐπὶ Χριστῷ διδασκόμεθα μυστήριον. ὁ γὰρ Χριστὸς οὐκ ἐν τοῖς πρὸ Ἰορδάνου νάμασιν ἦν· ἀλλὰ πέραν που· καὶ ἐλθὼν ἔμεινεν, ἐν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ προσμείνας παγίως. τιμῶμεν δὲ τὸν Ἰωάννην, οὐχ ὡς ἐνεργήσαντά τι θεοπρεπὲς, ἀλλ' ὡς τἀληθῆ περὶ Χριστοῦ μαρτυρήσαντα. οὐ μόνον γὰρ Ἰωάννου, ἀλλὰ καὶ παντὸς ἁγίου ὁ Χριστὸς θαυμαστότερος· οἱ μὲν γὰρ προφῆται, ὁ δὲ Θεὸς θαυματουργός. σημειωτέον δὲ ὅτι ὁδός εἰσιν οἱ Ἰωάννου καὶ τῶν λοιπῶν προφητῶν λόγοι, εἰς τὸ πιστεῦσαι Χριστῷ. Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἐπίτηδες δὲ μέμνηται τῶν ὀνομάτων τῶν γυναικῶν ὁ Εὐαγγελιστὴς, δεικνὺς ὅτι ἐπίσημοι ἦσαν ὡς θεοσεβεῖς. διὸ καὶ ἠγάπα αὐτὰς ὁ Κύριος. πολλῶν δὲ γεγονότων ὡς εἰκὸς εἰς τὸν Κύριον ὑπὸ τῆς Μαρίας, τοῦ μύρου μέμνηται οὐχ ὡς ἔτυχεν, ἀλλ' ἵνα δείξῃ ὅτι τοσαύτην εἶχε δίψαν ἡ Μαρία περὶ τὸν Χριστὸν, ὅτι ἐξέμαξε τοὺς πόδας αὐτοῦ ταῖς ἰδίαις θριξὶ, ζητοῦσα τὴν ἐκ τῆς ἁγίας σαρκὸς πνευματικὴν εὐλογίαν προσηλῶσαι πρὸς ἑαυτὴν γνησιέστερον· καὶ γὰρ