Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.264
Not analysed yet
πολλαχοῦ φαίνεται θερμότερον τῷ Χριστῷ προσεδρεύουσα καὶ ἀπερισπάστως, τὴν πρὸς αὐτὸν ἐπισπωμένη οἰκειότητα. Ἀπέστειλαν οὖν πρὸς αὐτὸν αἱ ἀδελφαὶ αὐτοῦ λέγουσαι Κύριε, ἰδοὺ ὃν φιλεῖς ἀσθενεῖ. Ἀποστέλλουσιν αἱ γυναῖκες πρὸς τὸν Κύριον ἀεὶ μὲν θέλουσαι αὐτὸν ἔχειν πλησίον ἑαυτῶν, τότε δὲ εὐπροσώπως τοῦτο διὰ τὸν ἀῤῥωστοῦντα ποιοῦσαι. ἐπίστευον γὰρ, ὡς εἰ φανείη μόνον ὁ Χριστὸς, ἀπηλλάττετο τῆς νόσου ὁ κείμενος. ὑπομιμνήσκουσι δὲ τῆς ἀγάπης ἧς εἶχε πρὸς τὸν νοσοῦντα, ἕλκοντες αὐτὸν μάλιστα διὰ τούτου ἐκεῖ· ᾔδεισαν γὰρ ὅτι ἐφρόντιζε τούτου· καὶ ἠδύνατο μὲν καὶ ἀπὼν ὡς Θεὸς καὶ τὰ πάντα περιέπων, θεραπεῦσαι αὐτόν· ὅμως ἐνόμιζον ὅτι εἰ παραγένοιτο, καὶ χεῖρα ὀρέξει καὶ ἐγερεῖ· οὔπω τὸ τέλειον τῆς πίστεως οὐδ' αὗται ἔχουσαι· διὰ τοῦτο καὶ δυσφοροῦσιν, ὡς εἰκὸς, οἰόμεναι μηδὲ ἀῤῥωστῆσαι ὅλως τὸν Λάζαρον, εἰ μὴ ἠμέλησεν αὐτοῦ ὁ Χριστός· πάντα γὰρ, φασὶν, ἐχόντων τὰ ἀγαθὰ τῶν ἀγαπωμένων παρὰ Θεοῦ, διὰ ποίαν αἰτίαν αὐτὸς ὃν φιλεῖς, ἀσθενεῖ; ἢ καὶ τοῦτο τάχα φασί Μεγάλη τῆς νόσου ἡ θρασύτης, ὅτι κατετόλμησεν ἐπιθέσθαι τοῖς ὑπὸ Θεοῦ ἀγαπωμένοις. ἴσως δὲ καὶ τοιοῦτόν τι δοκοῦσι λέγειν Ἐπειδὴ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷς καὶ θεραπεύεις, πολλῷ μᾶλλον χρεωστεῖς εἰς τοὺς ἀγαπῶντάς σε τοῦτο ἐνδείξασθαι. δυνάσαι γὰρ ἐν μόνῳ τῷ θέλειν πάντα ποιῆσαι.