Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.265
Not analysed yet
πίστεως οὖν ὁ λόγος μεστὸς καὶ τῆς εἰς Χριστὸν γνησιότητος ἀπόδειξις. Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. Λέγει μέν τοι ταῦτα ὁ Κύριος, οὐχ ἵνα ἀπελθόντες οἱ ἄνθρωποι ἀπαγγείλωσι ταῖς ἀδελφαῖς τοῦ Λαζάρου, ἀλλ' ὡς Θεὸς προλέγων τὸ ἐσόμενον, ὅτι πρὸς δόξαν Θεοῦ ἑώρα τὸ τοῦ πράγματος ἀποτέλεσμα, οὐ διὰ τοῦτο συμβάσης τῆς νόσου, ἵνα δοξασθῇ· εὔηθες γὰρ τοῦτο εἰπεῖν· ἀλλ' ἐπείπερ συνέβη καὶ εἰς θαυμαστὸν ἑώρα τέλος. ἑαυτὸν δέ φησι τὸν φύσει Θεὸν, αὐτοῦ γὰρ εἰς δόξαν γέγονε τὸ γεγονός. εἰπὼν γὰρ ὅτι ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ γέγονεν ἡ ἀσθένεια, ἐπήγαγεν Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν αὐτῇ, περὶ ἑαυτοῦ λέγων. Εἰ δὲ αὐτὸς μὲν εἶπε μὴ εἶναι πρὸς θάνατον τὴν τοῦ Λαζάρου ἀῤῥωστίαν, συμβέβηκε δὲ ὁ θάνατος, οὐδὲν θαυμαστόν. πρὸς γὰρ τὸ πέρας ὁρῶντες τοῦ πράγματος, καὶ ὅτι ἔμελλε μετ' ὀλίγον ἀναστῆναι· οὐχὶ τί συμβέβηκεν ἐν τῷ μεταξὺ σκοποῦμεν, ἀλλ' εἰς ποῖον ἀπέβη τὸ πέρας. ἔκρινε γὰρ ὁ Κύριος ἀσθενοῦντα δεῖξαι τὸν θάνατον, καὶ τὸ συμβὰν εἰς δόξαν Θεοῦ δεῖξαι, τουτέστιν ἑαυτοῦ.