Ancient Greek · ~4 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.266
Not analysed yet
Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. Καὶ ἀνεβάλετο τὴν ἄφιξιν, ἵνα μὴ νοσοῦντα αὐτὸν θεραπεύσῃ, ἀλλὰ τελευτήσαντα ἀναστήσῃ· ὅπερ ἐστὶ μείζονος δυνάμεως, ἵνα καὶ μειζόνως δοξάσηται. Μετὰ δὲ τοῦτο λέγει τοῖς μαθηταῖς αὐτοῦ Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Εἰπὼν δὲ ὁ Κύριος τό Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν, δοκεῖ ὑπεμφαίνειν, ὅτι εἰ καὶ ἀνάξιοί εἰσιν ἐκεῖνοι εὐεργεσίας, ἀλλὰ καιροῦ καλοῦντος τοῦ ἐμποιοῦντος αὐτοῖς ὠφέλειαν, ἀπέλθωμεν πρὸς αὐτούς· οἱ δὲ μαθηταὶ δοκοῦσι διὰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν κωλύειν αὐτὸν, πλὴν ὡς ἄνθρωποι οἴονται ὅτι καὶ ἄκων ἐκινδύνευε τοῖς Ἰουδαίοις περιτυχών. διὸ καὶ ἀναμιμνήσκουσιν αὐτὸν τῆς Ἰουδαίων κατὰ αὐτοῦ μανίας, μονονουχὶ λέγοντες Τί πάλιν ζητεῖς μετὰ τῶν ἀπειθῶν γενέσθαι καὶ ἀχαρίστων τῶν μὴ λόγοις μηδὲ ἔργοις μαλασσομένων; οἳ καὶ ἔτι φονῶσι κατὰ σοῦ, καὶ ζέοντα τὸν θυμὸν ἔχουσιν. ἤγουν τοῦτό φασιν, ἢ τοῦτο σημαίνει ὁ