Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.267
Not analysed yet
λόγος αὐτῶν· ὅτι εἰς προφανῆ κίνδυνον αὐτοὺς ἄγει. ὅμως ὑπακούουσι τῷ διδασκάλῳ, ὡς εἰδότι τὸ βέλτιον. Ἀπεκρίθη ὁ Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; ἐὰν οὖν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπῃ· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Τάχα δὲ τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ παρεικάζει τὴν εὐπάροιστον καὶ φιλόκαινον τῶν ἀνθρώπων διάνοιαν, τὴν μὴ ἱσταμένην ἐπὶ μιᾶς δοκήσεως, ἀλλὰ μεταπηδῶσαν ἀπὸ ἑτέρας γνώμης εἰς ἄλλην, ὡς καὶ ἡ ἡμέρα ἀπὸ ὥρας ἄλλης εἰς ἄλλην μεταβαίνει. νοήσεις δὲ καὶ οὕτως τό Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; τουτέστιν Ἡμέρα, φησὶν, εἰμὶ καὶ φῶς. ὥσπερ οὖν οὐκ ἔνι καταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρόν· οὕτως οὐκ ἔστι τῶν ἐνδεχομένων, τὸν παρ' ἐμοῦ συστέλλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων, μὴ εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον. ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρόν· νύκτα δὲ, τὸν πρὸ ταύτης· ὡς καὶ ὅταν λέγῃ ὁ Κύριος "Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος "ἡμᾶς, ἕως ἡμέρα ἐστί." τοῦτο οὖν ἐνταῦθά φησιν ὅτι οὐκ ἔστι νῦν καιρὸς ἀποσχίσαι ἐμαυτὸν τῶν Ἰουδαίων, κἂν