Ancient Greek · ~4 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.268
Not analysed yet
ἀνόσιοι ὦσιν, ἀλλὰ πάντα ποιεῖν τὰ πρὸς θεραπείαν αὐτῶν. οὐ γὰρ δεῖ αὐτοὺς νῦν κολάζεσθαι, ἀποχωρούσης ἀπ' αὐτῶν τῆς θείας χάριτος ἡλίου δίκην. ἀλλ' ὥσπερ τὸ φῶς τῆς ἡμέρας οὐκ ἐκλείπει εἰ μὴ πληρωθῇ τὸ δωδεκάωρον, οὕτως οὐδὲ ὁ παρ' ἐμοῦ συστέλλεται φωτισμὸς πρὸ καιροῦ, ἀλλὰ μέχρι τοῦ σταυρωθῆναι μένω μετὰ τῶν Ἰουδαίων, ἐνιεὶς αὐτοῖς ὡς φῶς τῆς θεογνωσίας τὴν σύνεσιν. ἐπειδὴ γὰρ Ἰουδαῖοι ἐν σκοτίᾳ ὄντες ἀπιστίας, προσκόπτουσιν ἐπ' ἐμοὶ ὡς λίθῳ, δεῖ ἀπελθεῖν πρὸς αὐτοὺς καὶ φωτίσαι αὐτοὺς, ἵνα παύσωνται τῆς θεομάχου μανίας. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ἀξιόλογος πρόφασις ἕλκει με εἰς Ἱερουσαλήμ· τὸ γάρ Ὁ φίλος ἡμῶν κεκοίμηται, τοῦτο σημαίνει· καὶ ἐὰν παρίδωμεν τοῦτον, ἀφιλοικτίρμονος λαμβάνομεν δόξαν. διὸ δυσωπεῖσθαι χρὴ ἡμᾶς ἐπὶ τούτῳ καὶ δραμεῖν ἐπὶ τὴν τοῦ φίλου σωτηρίαν, ὑπερορῶντας τῶν Ἰουδαίων τὰς ἐπιβουλάς. δεικνὺς δὲ ἑαυτοῦ τὴν θεοπρεπῆ δύναμιν, ὕπνον καλεῖ τῆς