Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.269
Not analysed yet
ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. πλὴν ἔστι καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος, ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ. ὅρα δὲ ὅτι οὐκ εἶπε Λάζαρος ἀπέθανε καὶ πορεύομαι ἀναστῆσαι αὐτὸν, ἀλλά φησι Κεκοίμηται, τὸ κομπαστικὸν φεύγων, πρὸς ἡμετέραν διδασκαλίαν καὶ ὠφέλειαν· οὐ γὰρ ἂν οὕτως ἀμυδρὰν μετ' ἐπικρύψεως ἠφίει φωνὴν, ὡς μηδ' αὐτοὺς συνιέναι τοὺς μαθητὰς τὸν λόγον. οὐ γὰρ ἔφη Πορεύομαι ζωώσων ἢ ἀναστήσων αὐτὸν ἐκ νεκρῶν, ἀλλ' ἐξυπνίσων· ὅπερ ἦν ἀργὸν τέως εἰς ὑποψίαν. Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. εἴρηκε δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Ἐκεῖνοι δὲ μὴ νοήσαντες τοῦ λόγου τὴν δύναμιν, ᾠήθησαν τὸν Ἰησοῦν λέγειν περὶ κοιμήσεως ὕπνου, ὃς ἐπὶ τὸ πολὺ τοῖς ἀῤῥώστοις συμβαίνων, ἀνάπαυσιν ποιεῖ· διό φασιν Οὐκ ἀξιόλογος ἡ ἄφιξις τοῦ ἄφυπνον ποιῆσαι τὸν Λάζαρον· οὐ γὰρ ἐπωφελὲς τὸ ἐξυπνίσαι ἄῤῥωστον. ταῦτα δὲ ἔλεγον, ἐγκόψαι αὐτὸν βουλόμενοι τῆς ὁδοῦ, λέγοντες ὅτι οὐκ ἄξιον ἐν μέσῳ