Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.270
Not analysed yet
γενέσθαι τῶν φονευτῶν, διὰ τὸ ποιῆσαι πρᾶγμα οὐκ ἐπωφελές. Τότε εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παῤῥησίᾳ Λάζαρος ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Μὴ νοησάντων οὖν τῶν μαθητῶν, ὅτι τὸν θάνατον ὕπνον ὠνόμασε, λευκότερον ἐνέφηνεν εἰπὼν, ὅτι ἀπέθανε. φησὶ δὲ ἑαυτὸν χαίρειν, οὐ διὰ φιλοδοξίαν, ὅτι ἔμελλε ποιῆσαι τὸ θαῦμα, ἀλλ' ὅτι τοῦτο πρόφασις ἔμελλε γίνεσθαι τοῖς μαθηταῖς εἰς πίστιν. τὸ δὲ εἰπεῖν Ὅτι οὐκ ἤμην ἐκεῖ, τοῦτο δηλοῖ. εἰ ἤμην ἐκεῖ, οὐκ ἔμελλεν ἀποθνήσκειν, ἠλέησα γὰρ ἂν αὐτὸν καὶ ὀλίγον κάμνοντα· νῦν δὲ ἀπόντος ἐμοῦ συνέβη ὁ θάνατος, ἵνα ἀναστήσας αὐτὸν, μεγάλην ὑμῖν ἐμποιήσω τὴν ὠφέλειαν διὰ τῆς εἰς ἐμὲ πίστεως. ταῦτα δὲ λέγει ὁ Χριστὸς, οὐχ ὡς τότε μόνον δυνάμενος τὰ θεοπρεπῆ ποιεῖν, ὅταν παρῇ· ἀλλ' ἐπείπερ εἰ παρῆν, οὐκ ἂν παρεῖδε τὸν φίλον ἕως θανάτου καταβιβασθέντα. τὸ δέ Ἄγωμεν πρὸς αὐτὸν, ὡς πρὸς ζῶντά φησι· ζῶσι γὰρ αὐτῷ ὡς Θεῷ οἱ νεκροὶ, ὡς μέλλοντες ζήσειν. Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς αὐτοῦ Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ. Ὁ τοῦ Θωμᾶ λόγος ἔχει μὲν προθυμίαν· ἔχει δὲ καὶ δειλίαν, καὶ γέγονε μὲν ἐκ φιλοθέου φρονήματος, κατακεκέρασται δὲ τῇ ὀλιγοπιστίᾳ. ἀπολειφθῆναι γὰρ οὐκ ἀνέ-