Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.28
Not analysed yet
σεβομένους αὐτόν "Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ "ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν "αὐτοῦ·" πρὸς ἐμὲ δή φησιν, ὃν οὐκ εἰδότες ὑβρίζετε "Ἰδοὺ "δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." ἀλλ' ὅτι καὶ φῶς εἰμι πρὸς ὑμᾶς ἐλέγετο παρ' αὐτοῦ "Φωτίζου "φωτίζου γάρ φησιν, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, "καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε." ταῦτα λέγοντος ἤκουσα περὶ ἐμοῦ τοῦ ἀποστείλαντός με Πατρὸς, κἀγὼ διὰ τοῦτο φῶς ἐμαυτὸν εἶναι τοῦ κόσμου φημὶ, ὑμεῖς δὲ διὰ μόνην τὴν σάρκα κατεσμικρύνατε κρίναντες οὐκ ὀρθῶς, καὶ διὰ τοῦτο λέγειν ἀποτολμᾶτε συχνῶς "Σὺ περὶ σεαυτοῦ "μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής." Οὐκοῦν· ἀνακεφαλαιώσασθαι γὰρ ὅλην ἀκόλουθον τὴν ἐν τῷ προκειμένῳ διάνοιαν· θεομαχοῦντας ἀντικρὺς ἀποφαίνει τοὺς Ἰουδαίους, καὶ οὐ μόνον ταῖς παρ' αὐτοῦ μαχομένους φωναῖς, ἀλλὰ καὶ ψήφῳ τῇ παρὰ τοῦ Πατρός· ὁ μὲν γὰρ φῶς οἶδεν ὄντα κατὰ φύσιν τὸν ἴδιον Υἱὸν, καὶ ἀνατολὴν καὶ ἥλιον δικαιοσύνης διὰ τοῦτο καλεῖ· οἱ δὲ τὸν ἐξ ἀπειθείας ὄλεθρον ταῖς ἑαυτῶν ἐπισύροντες κεφαλαῖς ἀποδοκιμάζουσι τὴν ἀλήθειαν, "τὸ καλὸν λέγοντες πονηρὸν," καὶ διά τοι τοῦτο δικαίως αὐτοῖς ἀκολουθήσει τό Οὐαί. Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγε. Καταπλήττεται πάλιν τὴν τῶν Ἰουδαίων ἀναισθησίαν ὁ πνευματοφόρος, καὶ μάλα εἰκότως· τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀνοητότερον, οἵ γε καὶ μακροῦ πολλάκις πρὸς αὐτοὺς γεγονότος λόγου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐδὲν ἐννοοῦσι περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἀκροώμενοι λέγοντος "Ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι." τίς οὖν ἡ πρόφασις,