Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.271
Not analysed yet
χεται, ἀλλὰ καὶ τοὺς ἄλλους ἀναπείθει τοῦτο ποιεῖν· ὅμως οἴεται ὅτι καὶ παθεῖν ἔμελλον ὑπὸ Ἰουδαίων, καὶ οὐ θέλοντος αὐτοῦ, διὰ τὸ φονικὸν τῶν Ἰουδαίων, οὐ σκοπῶν τὴν τοῦ σώζοντος δύναμιν, ὅπερ ἔδει μᾶλλον. ἐποίει δὲ αὐτοὺς δειλοὺς ὁ Χριστὸς, ὑπὲρ μέτρον ἀνεξικακῶν ἐν οἷς ἔπασχεν ὑπὸ Ἰουδαίων. λέγει οὖν μὴ χρῆναι χωρίζεσθαι τοῦ διδασκάλου, εἰ καὶ ἀναμφίβολος πρόκειται κίνδυνος· ὡς ὑπομειδιῶν δὲ τρόπον τινὰ ὁ Θωμᾶς ἔλεγε τό Ἄγωμεν, τουτέστιν Ἀποθάνωμεν. ἢ οὕτω φησί Πάντως μὲν ἐὰν ἀπέλθωμεν, ἀποθνήσκομεν, ὅμως μὴ παραιτησώμεθα τὸ παθεῖν, οὐ γὰρ δεῖ τοσοῦτον φιλοψυχεῖν· εἰ γὰρ ἐγείρει τὸν νεκρὸν, περιττὸς ὁ φόβος, ἔχομεν γὰρ τὸν δυνάμενον ἀναστῆσαι μετὰ τὸ πεσεῖν. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εἰς Βηθανίαν, εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῇ μνημείῳ. ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ἀπὸ σταδίων δεκαπέντε. πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ τὴν Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. Διὰ τοῦτο καὶ τὸ διάστημα λέγει τῶν ἡμερῶν τῶν μετὰ τὸν θάνατον Λαζάρου, ἵνα ἐπὶ πλέον θαυμασθῇ τὸ θαῦμα, καὶ μήτις εἴπῃ τυχὸν, ὅτι μετὰ μίαν ἡμέραν ἐληλύθει, καὶ οὐκ ἦν τεθνεὼς, ἀλλὰ ἀῤῥωστοῦντα αὐτὸν ἤγειρε. λέγει δὲ ὅτι πολλοὶ ἦσαν ἐν τῇ Βηθανίᾳ Ἰουδαῖοι· καίτοι χωρίου οὐκ ὄντος πολυανθρώπου· ἐκ τῆς Ἱερουσαλὴμ παραγενόμενοι· οὐ γὰρ ἦν πολὺ τὸ τῆς ὁδοῦ διάστημα τὸ κωλύον τοὺς ἐνδιαθέτους φίλους συνεῖναι ταῖς περὶ τὴν Μάρθαν, ἤτοι