Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.272
Not analysed yet
ἐπείπερ ἐξάκουστον γέγονε τὸ θαῦμα ἐν τῇ Ἱερουσαλὴμ παρὰ πᾶσι καὶ ἐν τῇ περιχώρῳ, τίθησι τὴν αἰτίαν, ὅτι πολλῶν ὄντων ἐκεῖ, εἰκότως ἁπανταχόσε διεδόθη ὁ λόγος· τῶν μὲν θαυμαζόντων, τῶν δὲ διὰ φθόνον λαλούντων τὸ γεγονὸς, πρὸς τὸ διαβολὴν ποιῆσαι τῷ θαύματι διὰ ψευδοκατηγορίας. Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Τάχα δὲ θερμοτέρα μὲν ἡ Μάρθα πρὸς τὸ ποιῆσαι τὰ δέοντα· διὸ καὶ πρώτη ὑπήντησε· συνετωτέρα δὲ ἡ Μαρία. διὸ ὡς αἰσθητικωτέραν ἔχουσα ψυχὴν, ἔμεινεν οἴκοι, τὰς ἐκ τῶν παραμυθουμένων δεχομένη θεραπείας, ἡ δὲ Μάρθα ὡς ἁπλουστέρα ἔδραμε, μεθύουσα μὲν τῷ πάθει, φέρουσα δὲ ὅμως νεανικώτερον. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι ὁ Θεός. λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου. ἀπεκρίθη αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὃ λέγει ἡ Μάρθα, τοιοῦτόν ἐστιν Οὐ διὰ τοῦτο, φησὶν, ἀπέθανεν ὁ ἀδελφός μου, ὅτι ὑπόκειται ἡ ἀνθρώπου φύσις τῷ θανάτῳ, ἀλλ' ὅτι σὺ οὐ παρῆς, ὁ τὸν θάνατον νικῆσαι δυνάμενος διὰ τοῦ προστάγματος. ὑπὸ δὲ τῆς λύπης ἔξω τοῦ προσήκοντος πλανωμένη, ἐνόμιζε μηκέτι δύνασθαί τι ποιῆσαι τὸν Κύριον· ὡς παραδραμόντος τοῦ καιροῦ· καὶ