Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.273
Not analysed yet
ᾤετο αὐτὸν παραγεγονέναι, οὐκ ἐπὶ τῷ ἀναστῆσαι Λάζαρον, ἀλλ' ἵνα παραμυθήσηται αὐτάς. ἠρέμα γὰρ αὐτῷ καὶ ὑπομέμφεται βραδύναντι, καὶ μὴ εὐθὺς ἐλθόντι ὅταν ἠδύνατο βοηθεῖν, ὅτε ἀπέστειλαν λέγουσαι "Κύριε, ἴδε ὃν φιλεῖς "ἀσθενεῖ." τὸ δὲ λέγειν Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, ὑπερυθριώσης ἐστὶ φανερῶς αἰτῆσαι ὃ βούλεται· ὅμως σφάλλεται περὶ τὴν ἀλήθειαν, οὐχ ὡς Θεῷ διαλεγομένη, ἀλλ' ὡς ἑνὶ τῶν ἁγίων, διὰ τὴν ὁρωμένην σάρκα οἰομένη ὅτι ὅσα ἂν αἰτήσῃ ὡς ἅγιος, λαμβάνει ἀπὸ Θεοῦ, οὐ μὴν εἰδυῖα ὅτι φύσει Θεὸς ὢν καὶ δύναμις τοῦ Πατρὸς, ἄμαχον ἔχει τὴν ἐπὶ πᾶσιν ἰσχύν. εἰ ᾔδει γὰρ ὅτι Θεὸς ἦν, οὐκ ἂν εἶπεν ὅτι Εἰ ἦς ὧδε· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστιν. ὁ μέντοι Κύριος διὰ τὸ ἀφιλόκομπον, οὐκ εἶπεν Ἐγερῶ τὸν ἀδελφόν σου, ἀλλά Ἀναστήσεται, μονονουχὶ ἠρέμα αὐτὴν ἐλέγχων καὶ λέγων Ἀνίσταται μὲν καθὼς βούλει, πλὴν οὐχ ὡς σὺ νομίζεις. εἰ γὰρ οἴει δι' εὐχῆς καὶ αἰτήσεως τοῦτο ἀνύεσθαι, σὺ ποίει τὸ τῆς εὐχῆς, μὴ μὴν ἐμοὶ ἐπίταττε τῷ θαυματουργῷ, ὃς δύναμαι τῇ ἰδίᾳ ἰσχύϊ ἀναστῆσαι τὸν νεκρόν. ταῦτα ἀκούσασα ἡ γυνὴ, καὶ αἰδουμένη μὲν εἰπεῖν ὅτι νῦν αὐτὸν ἀνάστησον, τρόπον δέ τινα παροξύνουσα αὐτὸν εἰς τὸ ποιῆσαι νῦν τὸ ἔργον, δοκεῖ πως ἀδημονεῖν περὶ τὴν βραδύτητα τοῦ χρόνου, λέγουσα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ἀλλὰ πρόωρον ἰδεῖν ἐπιθυμῶ τὴν τοῦ ἀδελφοῦ ἀνάστασιν. ἤτοι τοῦ Κυρίου εἰπόντος τό Ἀναστήσεται ὁ ἀδελφός σου, μονονουχὶ συναινεῖ τῷ δόγματι τούτῳ ἡ γυνὴ λέγουσα Οἶδα τοῦτο· πιστεύω γὰρ ὅτι ἀνίστανται οἱ νεκροὶ καθὼς σὺ ἐδίδαξας· "Ὅτι ἔρχεται ὥρα, καὶ ἐξελεύσονται, οἱ τὰ "ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα