Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.274
Not analysed yet
"πράξαντες εἰς ἀνάστασιν κρίσεως." ὁμοίως δὲ καὶ ὁ Ἡσαΐας ἐν Πνεύματι εἶπεν "Ἀναστήσονται οἱ νεκροὶ, καὶ "ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις." οὐ γὰρ ἀπιστῶ τῷ τῆς ἀναστάσεως λόγῳ, ὡς οἱ Σαδδουκαῖοι. Εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; λέγει αὐτῷ Ναὶ Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καρπὸς γεμὴν καὶ τιμὴ τῆς εἰς Χριστὸν πίστεως, ἡ αἰώνιος ζωὴ, καὶ οὐκ ἄλλως προσγίνεται τοῦτο τῇ τοῦ ἀνθρώπου ψυχῇ. εἰ γὰρ διὰ Χριστὸν πάντες ἀνιστάμεθα, ἀλλὰ ζωὴ αὕτη ἐστὶν ἀληθὴς, τὸ ἀτελευτήτως ἐν μακαριότητι ζῆν· οὐδὲν γὰρ διαφέρει θανάτου, τὸ εἰς κόλασιν ἀναβιῶναι μόνον. εἰ οὖν ὁρᾷ τις καὶ τοὺς ἁγίους θνήσκοντας τοὺς λαβόντας ὑποσχέσεις ζωῆς, οὐδὲν τοῦτο, μόνον γὰρ ὅσον εἰς τὸ συμβῆναι γίνεται. καιρῷ δὲ τῷ πρέποντι τετήρηται ἡ τῆς χάριτος ἀνάδειξις, οὐ κατὰ μέρος ἰσχύουσα, ἀλλ' ἐν πᾶσι διηνεκῶς καὶ τοῖς ἤδη προαποθανοῦσιν ἁγίοις πρὸς ὀλίγον γευσαμένοις τοῦ θανάτου, ἕως τῆς κοινῆς ἀναστάσεως. τότε γὰρ κοινῇ πάντες τῶν ἀγαθῶν ἀπολαύσουσιν. εἰπὼν δὲ ὁ Σωτὴρ ὅτι Ἐὰν ἀποθάνῃ ζήσεται, οὐκ ἀνεῖλεν ἐν τῷ νῦν αἰῶνι τὸν θάνατον· ἀλλὰ τοσοῦτον αὐτὸν δίδωσι κατὰ τῶν πιστῶν ἰσχύειν, ὅσον εἰς τὸ συμβῆναι μόνον, καιρῷ γὰρ τῷ πρέποντι τετήρηκε τὴν τῆς ἀναστάσεως χάριν. φησὶ γοῦν, ὅτι οὐκ ἄμοιρος ἔσται τοῦ τῆς σαρκὸς θανάτου διὰ τὴν ἀνθρωπίνην φύσιν ὁ εἰς ἐμὲ