Ancient Greek · ~4 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.275
Not analysed yet
πιστεύων, ἀλλ' ὅμως οὐδὲν ἐκ τούτου πείσεται δεινὸν, Θεοῦ δυναμένου ζωοποιεῖν εὐκόλως ὃν ἂν ἐθέλῃ· ὁ γὰρ εἰς αὐτὸν πιστεύσας, ἐν τῷ μέλλοντι αἰῶνι ἀτελεύτητον ἔχει ζωὴν ἐν μακαριότητι καὶ ὁλοκλήρῳ ἀφθαρσίᾳ. διὸ μήτις γελάτω τῶν ἀπίστων· οὐ γὰρ εἶπεν ὁ Χριστός Ἀπάρτι θάνατον οὐ μὴ ἴδῃ, ἀλλὰ ἀπολελυμένως εἰπών Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα, περὶ τοῦ μέλλοντος αἰῶνος εἶπεν, εἰς ἐκεῖνον τηρήσας τὸ πέρας τῆς ὑποσχέσεως. εἰπὼν δὲ τῇ Μάρθᾳ Πιστεύεις, ὡς μητέρα καὶ πρόξενον τῆς ζωῆς ἀπαιτεῖ τῆς πίστεως τὴν ὁμολογίαν· ἡ δὲ ἑτοίμως συνέθετο καὶ ἀκριβῶς ὁμολογεῖ, οὐχ ἁπλῶς πιστεύουσα ὅτι Χριστός ἐστι καὶ Υἱὸς τοῦ Θεοῦ· χριστὸς γὰρ δύναται εἶναι καὶ προφήτης, διὰ τὸ κεχρίσθαι, ὁ αὐτὸς καὶ υἱὸς νοεῖσθαι δύναται· ἀλλὰ μετὰ τοῦ ἄρθρου εἰποῦσα Ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τὸν ἕνα καὶ ἐξαίρετον καὶ ἀληθῶς Υἱὸν ὡμολόγησεν. εἰς τὸν Υἱὸν οὖν ἡ πίστις, οὐκ εἰς ποίημα.