Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.276
Not analysed yet
Πιστεύεις τούτῳ; Προεξηγησάμενος τοῦ κατὰ αὐτὸν μυστηρίου τὴν δύναμιν, καὶ δείξας ἐναργῶς ὅτι ζωὴ κατὰ φύσιν ἐστὶ καὶ Θεὸς ἀληθινὸς, ἀπαιτεῖ τὴν ἐπὶ τῇ πίστει συναίνεσιν, τύπον ταῖς ἐκκλησίαις τὸν ἐπὶ τούτῳ θείς. χρὴ γὰρ οὐ διάκενον ἡμᾶς εἰς ἀέρα ῥιπτοῦντας φωνὴν, τὸ σεπτὸν ὁμολογεῖν μυστήριον, ἀλλ' ἐν καρδίᾳ καὶ νῷ τὴν πίστιν ῥιζώσαντας, καρπὸν τοῦ πράγματος ποιεῖσθαι τὴν ὁμολογίαν· χρὴ δὲ πιστεύειν ἐνδοιασμοῦ τινος δίχα καὶ διψυχίας. ὑβριστὴς γὰρ ὁ δίψυχος καὶ χωλεύων περὶ τὴν πίστιν· διὰ τοῦτο καὶ "ἀκατάστατος "ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ." εἰδέναι γεμὴν ἀναγκαῖον, ὅτι Θεῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιούμεθα, κἂν δι' ἀνθρώπων ἐρωτώμενοι, τῶν ἱερᾶσθαι λαχόντων φημὶ, τό Πιστεύω λέγομεν ἐν τῇ παραλήψει τοῦ ἁγίου βαπτίσματος. πάνδεινον οὖν ἄρα τὸ διαψεύσασθαι καὶ παρολισθῆσαι πρὸς ἀπιστίαν, ἵνα μὴ καὶ δικαστὴν καὶ μάρτυρα ἀπονοίας ἔχωμεν αὐτὸν τὸν πάντων Δεσπότην λέγοντα "Καὶ ἐγὼ μάρτυς, φησὶ "Κύριος." ἐπιτηρητέον δὲ ὅτι Λαζάρου κειμένου καὶ τεθνηκότος, ὑπὲρ αὐτοῦ τρόπον τινὰ τὸ γύναιον ἐξαιτεῖται τὴν ἐπὶ τῇ πίστει συναίνεσιν· ἵνα πάλιν ὁ τύπος ἐν ταῖς ἐκκλησίαις ἰσχύσῃ· ὅτε γὰρ ἀρτιγενὲς προσάγεται βρέφος, ἢ τῆς κατηχήσεως τὸ χρίσμα λαβεῖν, ἤτοι τὸ τῆς τελειώσεως ἐπὶ τῷ ἁγίῳ βαπτίσματι, ὁ προσάγων ὑπὲρ αὐτοῦ τό Ἀμὴν ἀναφωνεῖ. ὑπὲρ δὲ τῶν ἐσχάτῃ νόσῳ κατειλημμένων, μελλόντων τε διὰ τοῦτο βαπτίζεσθαι, καὶ ἀποτάττονταί τινες καὶ συντάττονται, τὴν οἰκείαν ὥσπερ ἐξ ἀγάπης κιχρῶντες