Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.29
Not analysed yet
καὶ διὰ ποίαν αἰτίαν ὁ μακάριος Εὐαγγελιστὴς οὐκ ἐγνωκέναι φησὶν Ἰουδαίους ὅτι τὸν Θεὸν αὐτοῖς καὶ Πατέρα διὰ τούτων ἐσήμανεν ὁ Χριστὸς, ἀναγκαῖον εἰπεῖν. ἐπειδὴ γὰρ ἔφη πρὸς αὐτοὺς ὁ Σωτήρ "Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα "μου ἂν ᾔδειτε," ἵνα κἀν τούτῳ πάλιν ἀληθῆ λέγων εὑρίσκηται, τοὺς ἀγνοήσαντας τὸν Υἱὸν, ἀγνοοῦντας εἰσφέρει καὶ τὸν Πατέρα. θύρα γὰρ ὥσπερ καὶ πύλη τις ἐστὶ τῆς εἰς τὸν Πατέρα γνώσεως ὁ Υἱός· διὰ τοῦτο καὶ ἔλεγεν "Οὐδεὶς "ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ." ὡς γὰρ ἐξ εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀνατρέχων ὁ νοῦς ἐκ τοῦ παρεμπίπτοντος ἐκεῖνο φαντάζεται. ἦν οὖν ἀναγκαῖον ἐπιδεῖξαι τοὺς Ἰουδαίους οὐδὲν ἐννοοῦντας περὶ Πατρὸς, ἐπείπερ οὐκ ἠθέλησαν ἀναγώγως ἀπὸ τῆς γνώσεως τῆς τοῦ Υἱοῦ πρὸς τὴν ἐκείνου χειραγωγεῖσθαι κατάληψιν. διὰ τοῦτο γοργῶς ὁ Εὐαγγελιστὴς μονονουχὶ καὶ ἐπισημαίνεται, ὅτι λέγοντος τοῦ Χριστοῦ Ὁ πέμψας με ἀληθής ἐστιν, οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Τοὺς τῶν ἰατρῶν ἀρίστους ἀπομιμούμενος, τῆς ἐνούσης αὐτοῖς κατὰ ψυχὴν ἀῤῥωστίας ἀπογυμνοῖ τὴν πρόφασιν, καὶ τὸ διακωλύον αὐτοὺς εἰς τὴν ἐπ' αὐτῷ σύνεσίν τε καὶ πίστιν ἰέναι γοργῶς, ἀποκαλύπτει σαφῶς. ἐπειδὴ γὰρ εἴς τε τὴν σάρκα καὶ τὸ ἐντεῦθεν βλέποντες γένος, μικρά πως φρονεῖν ἀνεπείθοντο περὶ αὐτοῦ, κάλυμμα δὲ τοῦτο τοῖς τῆς διανοίας ἔχοντες ὀφθαλμοῖς, οὐκ ᾔδεσαν ἂν ὄντα Θεὸν, καὶ εἰ πέφηνεν ἄνθρωπος, ἀναγκαίως αὐτοῖς προσεφώνει λέγων Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ