Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.30
Not analysed yet
εἰμι, τουτέστιν, ὅταν τῆς ἐπ' ἐμοὶ μικρᾶς τε καὶ χαμαιπετοῦς ἀποπαύσησθε διαλήψεως, ὅταν ὑψηλόν τε καὶ ὑπέργειον φρονήσητε περὶ ἐμοῦ, καὶ Θεὸν ἐκ Θεοῦ πεφηνότα πιστεύσητε, εἰ καὶ γέγονα δι' ὑμᾶς ἄνθρωπος καθ' ὑμᾶς, τὸ τηνικάδε διαγνώσεσθε σαφῶς, ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· τοῦτο γὰρ εἰς ὑμᾶς ἔλεγον ἀρτίως· τί γὰρ ἂν ἔτι διακωλύσαι, φησὶ, τὸν ὅλως παραδεχθέντα Θεὸν ὑπάρχειν ἀληθινὸν, καὶ φῶς εἶναι τοῦ κόσμου; οὐ γὰρ δὴ πρὸς τοσαύτην κατοιχηθήσεταί τις μανίαν καὶ θράσος, ὡς καὶ τότε φάναι τολμᾶν "Ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής·" ψευδηγορήσει γὰρ οὐδαμῶς ἐφ' οἷσπερ ἂν λέγῃ Θεὸς φύσει καὶ ἀληθινός. Ἔστι τοίνυν προδηλότατον καὶ ἐκ τῶν τοῦ Σωτῆρος ῥημάτων, ὅτι σμικρὰν ἔχοντες ἐπ' αὐτῷ τὴν ὑπόνοιαν, καὶ ἄνθρωπον εἶναι γυμνὸν, ἔρημόν τε τῆς κατὰ φύσιν θεότητος διενθυμούμενοι, πάντως δήπου καὶ ἀπιστήσομεν εἰκότως αὐτῷ, καὶ οὐ παραδεξόμεθα Σωτῆρα καὶ λυτρωτήν. εἶτα τί τὸ ἐντεῦθεν; τῆς ἐλπίδος ἀποπεπτώκαμεν. εἰ γὰρ διὰ πίστεως ἡ σωτηρία, φρούδη δὲ ἡ πίστις, τί τὸ διασῶζον ἔτι; πιστεύοντες δὲ καὶ εἰς ὕψος αἴροντες τὸ θεοπρεπὲς τὸν Μονογενῆ, καὶ εἰ γέγονεν ἄνθρωπος, ἐξ οὐρίας ὥσπερ ἐρχόμενοι, καὶ τὸ παγχάλεπον τοῦ βίου διαθέοντες πέλαγος, πρὸς τὴν ἄνω μεθορμισόμεθα πόλιν, τὰς ἐκ τοῦ πιστεύειν τιμὰς ἐκεῖ κομιούμενοι. ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Πολλοῖς τε καὶ ἀγαθοῖς περιαντλήσας λόγοις τὸν τῶν Ἰουδαίων θυμὸν, σφριγῶντα πάλιν οὐδὲν ἧττον ὁρᾷ. δυσφη-