Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.31
Not analysed yet
μοῦντες γὰρ ἀφυλάκτως οὐ καταλήγουσιν, ἀλλὰ ποτὲ μὲν ἄκυρον αὐτοῦ ποιοῦσι τὴν φωνὴν, καὶ ψεύστην ἀποκαλοῦσι δυσσεβῶς· τὸ γὰρ ὅλον εἰπεῖν "Ἡ μαρτυρία σου οὐκ ἔστιν "ἀληθὴς," τί ἂν ἕτερον εἴη λοιπὸν ἢ τοῦτο; ποτὲ δὲ πάλιν ἐξ ἀγάπης αὐτοῖς τὰ εἰς σωτηρίαν εἰσηγουμένῳ, καὶ διὰ τοῦτο λέγοντι, ὅτι "Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀπο"θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν," ἀντηγείροντο θερμῶς, καὶ τοῖς ἐξ ἀγάπης αὐτοῖς ῥήμασι τοὺς ἐξ ἀπονοίας ἀντεξάγοντες λόγους, ἔφασκον Σὺ τίς εἶ; ἔδει τοίνυν τοῖς ἀκράτως οὕτως ἐγκεκυλισμένοις εἰς παράλογον θράσος τοῦ σωφρονίζοντος λόγου, καὶ μετριώτερον ἔχειν ἀναπείθοντος φρόνημα, χαλινὸν δὲ λοιπὸν ἐπιτιθέντος καὶ οὐχ ἑκούσῃ τῇ γλώττῃ. διὰ ταύτην αὐτοῖς ἠπείλει τὴν αἰτίαν ἐναργέστατα λέγων ὡς οὐ διαφεύξονται τὴν ἐφ' οἷς δυσσεβοῦσι κόλασιν, ἀλλ' εἰ καὶ πρὸς τὸ παρὸν ἀνεξικακοῦντα βλέπουσιν, ἀλλ' εἰς πέρας αὐτοῖς τὸ δεινὸν διεξοιχομένης τῆς εἰς αὐτὸν δυσσεβείας, τουτέστι τοῦ θανάτου καὶ τοῦ σταυροῦ, πάνδεινον ὑποστήσονται δίκην, καὶ ἀφόρητον ἀντιδέξονται συμφορὰν, τὴν ἐκ τοῦ πολέμου δηλονότι τοῦ πρὸς Ῥωμαίους, ὃς αὐτοῖς μετὰ τὸν τοῦ Σωτῆρος συνέβη σταυρὸν ἐξ ὀργῆς τῆς ἄνωθεν παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον ὑπομεῖναι τὰ παγχάλεπα, σαφέστερόν που πάλιν αὐτοῖς ὁ Σωτὴρ κατεσήμαινε λέγων, ποτὲ μὲν πρὸς τὰς κλαιούσας γυναῖκας "Θυγατέρες Ἱερουσαλὴμ, "μὴ κλαίετε ἐπ' ἐμοὶ, κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα "ὑμῶν·" ποτὲ δὲ πάλιν "Ὅταν ἴδητε κυκλουμένην ὑπὸ "στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι "Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφ' ἡμᾶς." εἰς τοῦτο γὰρ Ἰουδαίοις τὰ ἐκ τοῦ πολέμου περίεστι πάθη, ὡς τῆς ἐκείνων πείρας πᾶν εἶδος θανάτου γενέσθαι γλύκιόν τε καὶ αἱρετώτερον· τὴν δὲ τῆς χώρας αὐτῶν ἐξανάστασιν, καὶ