Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.32
Not analysed yet
τῶν ἐνοικούντων αὐτὴν τούς τε ἐξανδραποδισμοὺς, καὶ τὴν ὠμοτάτην σφαγὴν, καὶ τοὺς ἐν ἑκάστῃ πόλει λιμοὺς, τάς τε ἐν αὐταῖς τεκνοφαγίας, ἱστορεῖ καὶ Ἰώσηπος ἐν οἰκείοις συγγράμμασι. ὅταν οὖν, φησὶ, σταυρῷ παραδόντες τὸν υἱὸν τοῦ ἀνθρώπου τὴν ἀντίῤῥοπον ὑπομείνητε κόλασιν, καὶ τῶν εἰς ἐμὲ τολμημάτων ἰσοστάθμους ἀντεκτίσητε δίκας, τότε κλαίοντες γνώσεσθε ὅτι ἐγώ εἰμι ὁ πάντα ἰσχύων, δηλονότι Θεός. εἰ γὰρ στρουθίον ἓν ἀθεεὶ πρὸς παγίδα τοῦ θηρεύοντος οὐκ εἰσβήσεται, πῶς δ' ἂν ὅλη χώρα, φησὶ, καὶ ἔθνος τὸ ἠγαπημένον, πρὸς ὄλεθρον οὕτως βαδιεῖται παντελῆ, μὴ οὐχὶ πάντως τοῦτο γενέσθαι κατανεύσαντος τοῦ πάντων κρατοῦντος Θεοῦ; κακὸν οὖν ἄρα καὶ πάνδεινον ἡ Θεοῦ καταφρόνησις εἰς πέρας ἄγουσα τῶν ἀπεύκτων. διὸ καὶ ὁ Παῦλός τισιν ἐπιπλήττει λέγων ὡς περὶ Θεοῦ "Ἢ τοῦ "πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς "μακροθυμίας αὐτοῦ καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν "τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, κατὰ δὲ τὴν σκληρότητά "σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν "ἐν ἡμέρᾳ ὀργῆς." ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Μακροὺς διετέλεσε χρόνους τοῖς Ἰουδαίοις συνδιαιτώμενος ὁ Χριστὸς, καὶ κατὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, συναγωγὴν προσλαλῶν, καὶ ἐν παντὶ σαββάτῳ προσδιαλεγόμενος, καὶ μάθημα πολλάκις αὐτοῖς ἀφθόνως παραθεὶς τὸ λυσιτελοῦν, ἐκάλει συχνῶς πρὸς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν· καὶ δὴ καὶ ἔφασκεν, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων κατὰ φύσιν καὶ ἀληθινός "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·" ἀντέπραττον δὲ ταῦτα λέγοντι φρονοῦντες παραλογώτατα "Σὺ γὰρ, φησὶ, περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου "οὐκ ἔστιν ἀληθής." καὶ οὐ μέχρι τῶν ἐν ῥήμασιν ἀντι-