Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.33
Not analysed yet
λογιῶν τὰ τῶν Ἰουδαίων ἐστὶ τολμήματα, οὐδὲ ἐν μόνῳ τῷ διαλοιδορῆσαι φιλεῖν τὸ ἀτίθασον αὐτῶν συμπεπέρασται θράσος· ἐρχόμενοι δὲ διὰ πάσης ὠμότητος ἀφειδῶς, τελευτῶντες καὶ σταυρῷ καὶ θανάτῳ παρέδοσαν αὐτόν. ἐπειδὴ δὲ ἦν κατὰ φύσιν ζωὴ, διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ, διεγήγερται μὲν ἐκ νεκρῶν, ἀποφοιτᾷ δὲ εἰκότως τῆς Ἰουδαίων βδελυρίας, καὶ τοῦ μὲν Ἰσραὴλ ἀπεπήδα καὶ σφόδρα δικαίως, ἑαυτὸν δὲ πρὸς τὰ ἔθνη μετατιθεὶς, πάντας ἐκάλεσε πρὸς τὸ φῶς, καὶ τυφλοῖς μὲν οὖσιν ἀνάβλεψιν ἐχαρίζετο. συμβέβηκε τοίνυν μετὰ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὰς μὲν τῶν Ἰουδαίων σκοτισθῆναι διανοίας, ἅτε δὴ καὶ ἐκεχωρηκότος παρ' αὐτῶν τοῦ φωτὸς, τὰς δὲ τῶν ἐθνῶν καταλαμπρυνθῆναι καρδίας, ὡς ἐπιλάμψαντος αὐτοῖς τοῦ φωτὸς τοῦ ἀληθινοῦ. Ὅταν οὖν ὑψώσητέ φησι τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. ἀντὶ τοῦ Περιμενῶ τῆς ὑμῶν δυσσεβείας τὸ τέλος, οὐκ ἐποίσω δὲ πρόωρον ὑμῖν τὴν ὀργὴν, ἐκδέξομαι τὸ παθεῖν καὶ τὸν θάνατον, ὑπομενῶ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο· ἀλλ' ὅτε σταυρῷ παραδῶτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἄνθρωπον γυμνὸν νομισθέντα παρ' ὑμῖν, τότε γνώσεσθε καὶ οὐχ ἑκόντες, φησὶν, ὡς οὐ διέψευσμαι λέγων ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ὅταν γὰρ ἑαυτοὺς σκοτισθέντας βλέπητε, πεφωτισμένην δὲ τῶν ἐθνῶν τὴν ἀμέτρητον πληθὺν διὰ τὸ γενέσθαι με παρ' αὐτοῖς, πῶς οὐχὶ καὶ ἄκοντες συνερεῖτε λοιπὸν ὅτι φῶς εἰμι τοῦ κόσμου κατὰ ἀλήθειαν; ὅτι γὰρ ἔμελλεν τῆς Ἰουδαίων ἀποφοιτήσειν Συναγωγῆς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὁ Σωτὴρ, οὐδενὶ μὲν ἀμφίβολον· πέπρακται γὰρ καὶ διήνυσται· πλήν ἐστί πως, μᾶλλον δὲ ἤδη σαφῶς καὶ ἐκ τῶν παρ' αὐτοῦ περιαθρῆσαι λόγων "Ἕως γὰρ τὸ φῶς ἔχετε, περι"πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ."