Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.34
Not analysed yet
ἡ γὰρ τοῦ φωτὸς συστολή τε καὶ ἀναχώρησις σκοτίας γένεσιν ποιεῖ, καὶ πάλιν ἡ τοῦ φωτὸς παρουσία σκοτίας ἀφανισμὸν ἐργάζεται. οὐκοῦν ἀποδείκνυται φῶς ὑπάρχων κατὰ ἀλήθειαν ὁ Χριστὸς, σκοτίσας μὲν Ἰουδαίους διὰ τῆς ἀπ' αὐτῶν ἀποστάσεως, καταφωτίσας δὲ τὰ ἔθνη διὰ τῆς εἰς αὐτὰ παρουσίας, καὶ πικρὸν μάθημα τοῖς Ἰουδαίοις ἡ τῶν δεινῶν γέγονε πεῖρα. ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ἐπείπερ εἰς τὴν σάρκα, φησὶν, ἀφορῶντες μόνην, ψιλὸν ἄνθρωπον εἶναί με πιστεύετε, καὶ τῶν καθ' ὑμᾶς ὑπάρχειν ἕνα νομίζετε, τὸ δὲ τῆς θεότητος ἀξίωμα, καὶ ἡ ἐντεῦθεν δόξα, οὐδ' ὅσον εἰς νοῦν ἄνεισι τὸν ὑμῶν· ἔσται σημεῖον ὑμῖν ἐναργέστατον τοῦ κατὰ ἀλήθειαν ἐκ Θεοῦ Θεὸν ὑπάρχειν ἐμὲ, καὶ φῶς ἐκ φωτὸς, τὸ πάνδεινον ὑμῶν καὶ παρανομώτατον τόλμημα, τουτέστιν, ὁ σταυρὸς καὶ ὁ ἐπ' αὐτῷ τῆς σαρκὸς θάνατος. ὅταν γὰρ ἴδητε τῆς ἑαυτῶν ἀπονοίας ἄπρακτον μὲν γενομένην τὴν ἔκβασιν, συντεθραυσμένην δὲ καὶ τὴν ἐπὶ τῷ θανάτῳ πάγην· διαναστήσομαι γὰρ ἐκ νεκρῶν· τότε καὶ οὐχ ἑκόντες ὡς ἐξ ἀνάγκης ἤδη λοιπὸν συνθήσεσθε τοῖς παρ' ἐμοῦ πρὸς ὑμᾶς γεγονόσι λόγοις, καὶ Θεὸν εἶναι κατὰ φύσιν ὁμολογήσετε. κρείττων μὲν γὰρ ἔσομαι θανάτου καὶ φθορᾶς, ὡς δὲ ζωὴ κατὰ φύσιν ὑπάρχων τὸν ἐμὸν ἀναστήσω ναόν. ἀλλ' εἴπερ ἐστὶ τὸ θανάτου κρατεῖν καὶ τῶν τῆς φθορᾶς καταλαζονεύεσθαι βρόχων Θεῷ πρέπον τῷ κατὰ φύσιν, καὶ οὐχ ἑτέρῳ τῶν ὄντων τινὶ, πῶς οὐ κατὰ πάσης ἐκποδὼν γενομένης ἀντιλογίας καὶ παντὸς ἐνδοιασμοῦ ἀναδειχθήσομαι πάντα διὰ τοῦτο νικᾶν