Ancient Greek
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.35
Not analysed yet
ἰσχύων καὶ ἀκονητί; οὐκοῦν σημεῖον ἔσεσθαι τοῖς Ἰουδαίοις τὸν οἰκεῖον σταυρὸν ἔφασκεν ὁ Σωτὴρ, καὶ ἀπόδειξιν τὴν ἐναργεστάτην τοῦ κατὰ φύσιν αὐτὸν εἶναι Θεόν. Τοῦτο δ' ἂν ἴδῃς αὐτὸν καὶ ἑτέρωθί που λέγοντα σαφῶς· πολλῶν μὲν γὰρ καὶ ἀναριθμήτων τερατουργημάτων ἐπιδειχθέντων δι' αὐτοῦ, προσῄεσάν ποτε πειράζοντες οἱ Φαρισαῖοι καὶ λέγοντες "Διδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον "ἰδεῖν·" ὁ δὲ ἐπείπερ τοὺς ἐν αὐτοῖς ἰόντας ἐθεᾶτο διαλογισμοὺς, καὶ πικρῶς διενθυμουμένους οὐκ ἠγνόει "Γενεὰ," φησὶ, "πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον "οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· "ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας "καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν "τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." ἀκούεις ὅπως σημεῖον αἰτοῦσι τοῖς Ἰουδαίοις εἰς ἀπόδειξιν ὅτι Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν, εἰ καὶ πειράζοντες ἔλεγον, οὐχ ἕτερον αὐτοῖς ἐπιδειχθήσεσθαί φησιν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, τουτέστι, τὸν τριήμερον θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν; τί γὰρ ἂν γένοιτο τῆς θεοπρεποῦς ἐξουσίας σημεῖον οὕτω μέγα καὶ περιφανὲς, ὡς τὸ καταλῦσαι θάνατον, καὶ ἀνατρέψαι φθορὰν, καίτοι κατὰ θείαν ἀπόφασιν τῆς ἀνθρωπείας κατακρατήσαντα φύσεως; ἤκουσε γὰρ ἡ ἐν Ἀδάμ "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·" ἀλλ' ἦν ἐν ἐξουσίᾳ τῷ Σωτῆρι Χριστῷ καὶ τέλος ἐπιθεῖναι ταῖς οἰκείαις ὀργαῖς, καὶ ταῖς εὐλογίαις ἀνατρέψαι τὸν ἐκ τῆς αὐτοῦ πάλιν ἀρᾶς ἰσχύσαντα θάνατον. ὅτι δὲ σφόδρα κατέφριττον Ἰουδαῖοι τὸ ἐκ τῆς ἀναστάσεως σημεῖον ὡς ἀναπεῖσαι δεινὸν ὅτι Θεὸς ὑπάρχοι κατὰ ἀλήθειαν ὁ Χριστὸς, τὸ τελευταῖον αὐτῶν δραματούργημα διδάξει σαφῶς· ὡς γὰρ ἐπύθοντο τοῦ Σωτῆρος τὴν ἀνάστασιν, καὶ ὅτι οὐχ εὕρηται ἐν τῷ μνημείῳ,