Ancient Greek · ~1 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.36
Not analysed yet
τεθορυβημένοι τε καὶ περιδεεῖς ἐπὶ τοῦτο γεγονότες λίαν, τὰς ἐκ τῶν στρατιωτῶν συκοφαντίας πολλοῖς ἐξωνεῖσθαι χρήμασιν ἐμελέτων. δεδώκασι γὰρ ἀργύριον αὐτοῖς, ἵνα λέγωσιν "ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμω"μένων." μέγα τοιγαροῦν τὸ ἐκ τῆς ἀναστάσεως σημεῖον ἀναμφίλογον ἔχον τὴν ἀπόδειξιν τοῦ εἶναι Θεὸν τὸν Ἰησοῦν, ἐφ' ᾧ καὶ τῶν Ἰουδαίων σκληρὰ καὶ ἀκαμπὴς διεταράχθη καρδία.