Ancient Greek · ~4 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.37
Not analysed yet
ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ. ΛΑΛΕΙ μὲν ἀνθρωπινώτερον, οὐχ ἑτέρως συνιέναι δυναμένων τῶν Ἰουδαίων, οὔτε μὴν ἀκρατῶς ἐπαΐειν ἀνεχομένων παρ' αὐτοῦ τὰ θεοπρεπῆ. ἐπὶ γὰρ τοιούτων καὶ λίθοις αὐτὸν κατασφενδονῶντες ἁλίσκονται, βλασφημίαν αὐτοῦ καθορίζοντες, ὅτιπερ ἄνθρωπος ὢν, ἑαυτὸν ἐποίει Θεόν. ὑπεξελὼν τοιγαροῦν τῆς θεοπρεποῦς ἀξίας τὸ πλεῖον, καὶ πολὺ τῆς ἐπὶ τούτῳ λαμπρότητος ἀπαμφιέσας τὸν λόγον, ταῖς τῶν ἀκροωμένων ἀσθενείαις εὖ μάλα συμπλάττεται καὶ, ἐπείπερ τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν ἐρευνῶν εὑρίσκει Θεὸν οὐκ εἰδότας αὐτὸν, ἀνθρωποπρεπῆ ποιεῖται τὸν λόγον, ἵνα μὴ πάλιν αὐτοῖς εἰς ὀργὴν ἀνακαίοιτο τὰ φρονήματα, καὶ τοῦ προσεδρεύειν κἂν γοῦν ἐκ μέρους αὐτῷ παραλόγως ἀποπηδήσειαν. γνώσεσθε τοίνυν φησίν "ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀν"θρώπου ὅτι ἐγώ εἰμι·" γνώσεσθε πάλιν ὁμοίως, ὅτι ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ οὕτω λαλῶ. Καὶ τίς ἡ χρεία τῶν τοιούτων ῥημάτων εἰπέ μοι, ἐρεῖ τις τυχόν· τί δὲ πάλιν ἐν τούτοις διδάσκει ἡμᾶς Χριστός;