Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.38
Not analysed yet
οὐκοῦν ἐροῦμεν εὐδιαστόλως ἕκαστα τῶν εἰρημένων εὐσεβῶς ἀπολεπτύνοντες· οὐ διαλελοίπατε, φησὶ, τοῖς ἐμοῖς ἐπισκήπτοντες ἔργοις, ὡς ἐκτόπως τε καὶ ἀνοσίως γεγενημένοις, κατεκρίνατε πολλάκις ὡς παρανομεῖν οὐ παραιτούμενον, ὡς τὰ ἀπᾴδοντα τῷ νομοθέτῃ δρᾶν εἰθισμένον. ἀπέλυον μὲν γὰρ τῆς οὕτω μακρᾶς ἀῤῥωστίας τὸν πάρετον, ἠλέουν ἄνθρωπον ἐν σαββάτῳ. ἀλλ' ἰδὼν, φησὶν, ἐπὶ τούτῳ φιλεγκλήμονας, τοὺς θαυμάζειν ὀφείλοντας, καὶ πολύ τι τῶν ἐμοὶ πρεπόντων ἀπεσφαλμένους, ἀλλὰ καὶ ἔναγχος ὑμῖν τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, καὶ βαδίζειν ἀνέπειθον ἐπὶ τὸ βούλεσθαι μετασχεῖν φωτός. εἶτα τὸ φῶς ὑμῖν τὸ ἀληθινὸν ἐπεδείκνυον· τὴν γὰρ ἐμαυτοῦ φύσιν ἐξηγούμενος, ἔφασκον "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου," ὑμεῖς δὲ πάλιν ἀβουλότατα δρῶντες καὶ βουλόμενοι, τῶν ἐμῶν κατεξανέστητε λόγων, ἀνέδην εἰπεῖν τετολμήκατε "Ἡ μαρτυρία σου οὐκ ἔστιν "ἀληθής." ὅταν οὖν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τουτέστιν, ὅταν αὐτὸν περιβαλεῖσθε θανάτῳ, καὶ τῶν τοῦ θανάτου δεσμῶν κρείττονα βλέπητε· ἀναστήσομαι γὰρ ἐκ νεκρῶν, ἐπείπερ εἰμὶ κατὰ φύσιν Θεός· τότε γνώσεσθέ φησιν ὅτι οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, οὕτω λαλῶ. μαθήσεσθε γὰρ ὅταν ἴδητε κατὰ φύσιν ὄντα Θεὸν καὶ Υἱὸν, ὡς εἰμὶ μὲν ἰδιογνώμων οὐδαμῶς, συνεθελητὴς δὲ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὅσαπερ ἂν ἐργάζοιτο ταῦτα καὶ αὐτὸς ποιεῖν οὐκ ὀκνῶν, λαλῶν δὲ πάλιν ὅσα καὶ αὐτὸν οἶδα λέγοντα. τῆς γὰρ αὐτῆς οὐσίας εἰμι τῷ γεννήσαντι. ἐθεράπευον μὲν γὰρ τῷ σαββάτῳ τὸν πάρετον, ὑμεῖς δὲ πάλιν ἐπὶ τούτῳ διέκεισθε πικρῶς, ἀλλ' ἐνεργὸν ὑμῖν ὑπέδειξα τὸν Πατέρα καὶ ἐν σαββάτῳ· ἔλεγον γάρ "Ὁ Πατήρ