Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.39
Not analysed yet
"μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι." οὐκοῦν ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν. πάλιν ἔλεγον Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἀλλ' ᾠήθητέ τι λέγειν τῶν ἀπᾳδόντων αὐτῷ, κἀν τούτῳ πάλιν ὑμᾶς ἐδυσώπουν ὑποδεικνὺς λέγοντα περὶ ἐμοῦ "Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." μάτην οὖν ἄρα καταιτιᾶσθε, φησὶ, τὸν ἀεὶ τῷ Πατρὶ συνεθέλοντα, καὶ ποιοῦντα μηδὲν τῶν ἀπᾳδόντων αὐτῷ, μήτε μήν τι λαλεῖν ἀνεχόμενον, ὃ μή ἐστι παρ' αὐτοῦ. τουτονὶ τοῖς προκειμένοις οἶμαι δεῖν ἐφαρμόσαι τὸν νοῦν. Ἀλλὰ τὸ πικρὸν ἡμῖν ἴσως ἐφαλεῖται θηρίον, τὸν χριστομάχον δὲ δηλονότι, φημὶ Ἀρειανόν· καταβοήσει δὲ ὡς εἰκὸς, καὶ λέγων ἀφίξεται „Ἐξ οὐρίας, ὦ οὗτος, ἰόντα τὸν λόγον, „τί βιάζῃ πάλιν ἐπὶ τὸ σοὶ μόνῳ δοκοῦν ἀντωθεῖν ἐπειγό„μενος, καὶ τὴν τῆς ἀληθείας παρακλέπτων δύναμιν οὐκ „ἐρυθριᾷς; ἰδοὺ σαφῶς ὁ Υἱὸς οὐδὲν ἐξ ἑαυτοῦ διισχυρί„ζεται δρᾶν, ἀλλ' ὅπερ ἂν μάθοι παρὰ Θεοῦ καὶ Πατρὸς, „τοῦτο καὶ λαλεῖν, οὕτως οἶδεν ἐν ἀμείνοσιν ὄντα τὸν ἑαυτοῦ „Πατέρα ἢ ἐν οἷς ἐστιν αὐτός. “Τί οὖν ὦ βέλτιστε; πάλιν ὁ τοιοῦτος ἀντακούσεται, ἰσχὺν ἆρα καὶ σύνεσιν χορηγεῖται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς ἵνα καὶ δύνηταί τι δρᾶν καὶ λαλεῖν ἀνεγκλήτως; πῶς οὖν ἔτι Θεὸς κατὰ φύσιν, ὁ παρ' ἑτέρου τὸ δύνασθαι καὶ φρονεῖν δανειζόμενος, καθάπερ οὖν ἔχει καὶ τῶν κτισμάτων ἡ φύσις; τοῖς γὰρ ἐξ οὐκ ὄντων λαχοῦσι τὴν γένεσιν, πᾶν ὅπερ ἂν γένοιτο προσὸν, τοῦτο δὴ πάντως ἐστὶ καὶ θεόσδοτον. ἀλλ' οὐχ οὕτως ἐν Υἱῷ· Θεὸν γὰρ ἀληθινὸν ἡ θεία τε οἶδε καὶ κηρύττει γραφή. δεῖν γε οἶμαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ πάντα τελείως προσεῖναι τὰ ἀγαθά· τὸ δὲ τελείως οὐκ ἔχον