Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.40
Not analysed yet
κατά τι γοῦν ὅλως τῶν ὀφειλόντων θαυμάζεσθαι, πῶς ἂν εἴη κατὰ φύσιν Θεός; ὅνπερ γὰρ τρόπον τὸ ἄφθαρτον καὶ ἀθάνατον προσεῖναι δεῖ πάντως αὐτῷ φυσικῶς, καὶ οὐκ ἔξωθεν, οὐδὲ ἐπακτῶς, οὕτω καὶ τὸ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς παντέλειον καὶ ἀπροσδεές. εἰ δὲ κατὰ τὸν σὸν, ὦ οὗτος, ἀνόσιόν τε καὶ ἀμαθῆ λογισμὸν ἀτελής ἐστιν ὁ Υἱὸς κατά τε τὸ δύνασθαι δρᾶν τὰ θεοπρεπῆ καὶ τὸ δεόντως λαλεῖν, ἔστι δὲ δύναμις καὶ σοφία τοῦ Πατρὸς, κατὰ τὴν θείαν γραφὴν, τῷ Πατρὶ μᾶλλον ἁρμόσει καὶ οὐκ αὐτῷ τοσοῦτον τὸ κατηγόρημα. οὕτω γὰρ ταῦτα διαλαβὼν, οὐκ ἔτι τέλειον ὑπάρχειν ἐρεῖς ἐν δυνάμει τὸν Θεὸν καὶ Πατέρα, ἀλλ' οὐδὲ τελείως σοφόν. ὁρᾷς οὖν ὅποι κατολισθαίνει πάλιν τῆς σῆς ἀμαθίας τὸ θράσος. θαυμάζω δὲ ὅπως κἀκεῖνο τὴν σὴν παρατρέχει διάνοιαν. κατὰ τίνα τρόπον, λέγε μοι, πάλιν ὁ Θεὸς καὶ Πατὴρ τῇ ἰδίᾳ δυνάμει χορηγήσει τὸ δύνασθαι, ἢ πῶς ἂν τὴν ἑαυτοῦ σοφίαν σοφωτέραν ἐργάσαιτο; ἢ γὰρ ἀνάγκη λέγειν ὡς ἐπί τι μεῖζον ἄνεισιν ἀεὶ, καὶ προκόπτει κατὰ βραχὺ πρὸς τὸ δύνασθαί τι καὶ πλέον τῆς ἐνούσης ἰσχύος αὐτῷ· ὅπερ ἐστὶν εὔηθές τε καὶ ἀδύνατον παντελῶς· ἢ δυσσεβοῦντας ὑπολαμβάνειν παρ' ἑτέρου νευροῦσθαι μᾶλλον αὐτόν. πῶς ἂν ἔτι καὶ τῶν δυνάμεων ὀνομάζοιτο Κύριος ὁ Υἱὸς, ἢ πῶς ἂν ἔτι νοοῖτο σοφία καὶ δύναμις, δυναμούμενος καθ' ὑμᾶς καὶ σοφούμενος παρ' ἑτέρου; ἄπαγε τῆς δυσφημίας, καὶ τῆς τῶν λογισμῶν ἀτοπίας. ἢ γὰρ δότε σαφῶς ὑπάρχειν ποίημα τὸν Υἱὸν, ἵνα πᾶσαν ἔχητε καταβοῶσαν ὑμῶν τὴν θεόπνευστον γραφὴν, ἤγουν εἰ πιστεύετε κατὰ φύσιν εἶναι Θεὸν, δότε δὴ δότε τελείως ἔχειν αὐτῷ τὰ τῆς θεότητος ἴδια. ἴδιον δὲ τῆς κατὰ φύσιν ἰδιότητος τὸ μήτε περὶ μηδὲν ἀσθενεῖν, μήτε μὴν τῆς ἀνωτάτω σοφίας