Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.41
Not analysed yet
ἀπολιμπάνεσθαι, μᾶλλον δὲ αὐτὸ κατὰ φύσιν εἶναι σοφίαν καὶ δύναμιν· ἐν δὲ τῇ σοφίᾳ διδακτῶς οὐδέν· ἀλλ' οὐδ' ἂν ἐν τῇ πρώτῃ τε καὶ ἀληθῶς νοουμένῃ δυνάμει τὸ δύνασθαί ποτε θεωρήσαιμεν ἐπακτόν. Ἵνα δὲ καὶ αὐτὴν ἐξετάζοντες τῶν πραγμάτων τὴν φύσιν, τὰ εἰρημένα παρὰ Χριστοῦ βασανίσωμεν ἀκριβέστερον, καὶ τόδε τοῖς εἰρημένοις ἐποίσομεν. τί τοσοῦτον εἴργασται γεγονὼς ἄνθρωπος ὁ Μονογενὴς, ὃ τὴν ἐνοῦσαν αὐτῷ πλεονεκτήσει δύναμιν; εἰκὸς γὰρ δήπου φάναι τινὰς τότε γὰρ ἠνύσθαι πρεπόντως εἰπεῖν, ἅτε δὴ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ δύνασθαι δανεισάμενον Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ὅτι δαιμόνιον ἤλασεν, ὅτι τῶν ἀῤῥωστημάτων ἀφῆκε τὸν παράλυτον, ὅτι λεπρὸν τοῦ πάθους ἀπήλλαξεν, ὅτι τυφλοῖς δέδωκεν ὁρᾶν, ὅτι πληθὺν ἀνθρώπων οὐκ εὐαρίθμητον πέντε κατεκόρεσεν ἄρτοις, ὅτι θάλασσαν ἀγριαίνουσαν κατεκοίμισε λόγῳ, ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν· ἆρα καὶ ἀμείνω τῆς ἐνούσης ἰσχύος αὐτῷ τὴν ἐν τοῖς τοιούτοις ἐροῦμεν ἐπίδειξιν; εἶτα πῶς εἰπέ μοι τὸν οὕτω μέγαν ἔστησεν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, πῶς ἐθεμελίωσε τὴν γῆν, πῶς δὲ ἡλίου καὶ σελήνης καὶ τῶν ἐν τῷ στερεώματι γέγονεν ἐργάτης; πῶς δὲ ἔκτισεν ἀγγέλους καὶ ἀρχαγγέλους, θρόνους καὶ κυριότητας, καὶ πρὸς τούτοις ἔτι τὰ Σεραφίμ; ὁ δὲ ἐν τοῖς οὕτω μεγάλοις καὶ ὑπερφυέσιν, οὔτε δυνάμεως οὔτε μὴν σοφίας τῆς παρ' ἑτέρου δεηθεὶς, πῶς ἂν ἠτόνησεν ἐν τοῖς οὕτω μικροῖς, ἢ πῶς ἂν ἐδεήθη τοῦ διδάσκειν ὀφείλοντος, ἃ χρῆν λαλῆσαι πρὸς Ἰουδαίους, ὁ καὶ διὰ τῶν ἁγίων προφητῶν ὡς σοφία δοξολογούμενος; ἀκούω γάρ τινος λέγοντος "Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ "αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην τῇ σοφίᾳ αὐτοῦ, καὶ "ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν," πρὸς δέ γε