Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.42
Not analysed yet
τοῦτο καὶ ὁ θεσπέσιος Δανιήλ φησιν "Εἴη τὸ ὄνομα τοῦ "Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας, ὅτι ἡ σοφία καὶ ἡ "σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστιν." εἰ δὲ αὐτοῦ, κατὰ τὸν τοῦ προφήτου λόγον, καὶ ἡ ἰσχὺς καὶ ἡ σοφία ἐστὶ, τίς ἔτι λοιπὸν τῆς τῶν ἑτεροδόξων ἀνέξεται γλωσσαργίας, παρ' ἑτέρου καὶ δύναμιν καὶ σοφίαν χορηγεῖσθαι λεγόντων τὴν σοφίαν καὶ δύναμιν εἶναι τοῦ Πατρός; „Ἀλλ' εἰ μὲν τινά, φησιν, ἐλέγομεν ἕτερον ᾖ τὸ λεῖπον „εἰς δύναμιν ἐπιχορηγεῖν τῷ Υἱῷ, ἤγουν διδάσκειν αὐτὸν, „εὐλόγως ἂν τοῖς παρ' ἡμῶν ἐπεσκήψατε λόγοις, ὡς ὑβρι„ζομένῳ συνηγορεῖν ἐγνωκότες αὐτῷ· ἐπειδὴ δὲ τὸν Θεὸν „καὶ Πατέρα ταῦτα διδόναι φαμὲν, ποία λοιπὸν ἐντεῦθεν „ὑμῖν ἡ τῆς λύπης ἀναφανεῖσα πρόφασις;" Οὐκοῦν εἰ μηδὲν ἀδικήσειν οἴεσθε τὸν Υἱὸν εἰς τὸ εἶναι κατὰ φύσιν ἀνόμοιον τῷ γεννήσαντι, κἂν χορηγεῖσθαί τι λέγεται παρ' αὐτοῦ, τῶν νέων, ὦ ἄνθρωπε, διαμέμνησο λόγων, καὶ ἀναπείθου διὰ τούτου μὴ σκανδαλίζεσθαι· δίδου δὲ αὐτῷ τὸ ἐν ἴσοις ὑπάρχειν κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, καὶ κατὰ μηδένα παντελῶς ἡττᾶσθαι τρόπον ἢ λόγον. εἰ δέ σε τοῦτο τῶν τῆς ὀρθότητος ἐξέλκει λογισμῶν, καὶ φρονεῖν ἃ μὴ θέμις ἀναπείθει περὶ αὐτοῦ, τί μάτην ἡμᾶς τοῖς οὕτω σαθροῖς κατασοφίζεσθαι λόγοις ἐπιχειρεῖς; διοίσει γὰρ ὅλως οὐδὲν κἂν αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ, κἂν ἕτερός τις παρ' ἐκεῖνον διδόναι τι λέγεται τῷ Υἱῷ. ἐπὶ γὰρ τῷ τι λαβεῖν ἅπαξ κατηγορούμενος, ποίαν ἂν ἔχῃ τὴν ὄνησιν, κἂν λίαν ὑπάρχοι περιφανὲς τοῦ διδόντος τὸ πρόσωπον; τί γὰρ εἰπέ μοι διοίσει τῷ τὸ πλήττεσθαι παραιτουμένῳ τὸ ξυλίνῃ