Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.43
Not analysed yet
τυχὸν ἤγουν διαχρύσῳ παίεσθαι ῥάβδῳ; οὐ γὰρ τὸ τοιῶσδε παθεῖν, ἀλλὰ τὸ μηδαμῶς παθεῖν ἀγαθόν. ἐλεγχομένου τοιγαροῦν τοῦ Υἱοῦ, δυνάμεώς τε καὶ σοφίας ἐπιδεοῦς, ὅταν φαίνηταί τι παρ' αὐτοῦ λαβὼν, καὶ ἐν τούτοις σύμπαν ἔχοντος ἤδη τὸ κατηγόρημα, πῶς οὐκ εὔηθες κομιδῇ λόγοις ἡμᾶς ἑώλοις κατακροτεῖν τοὺς ἀκροωμένους, καὶ τοῖς ἐξ ἀπάτης εὑρήμασι περιπλάττειν τὸ ἔγκλημα διὰ τοῦ δεῖν οἴεσθαι τῶν μὲν ἄλλων οὐδένα, μόνον δὲ τὸν Πατέρα καταδέχεσθαι χορηγόν; θαυμάζω δὲ ὅπως, καίτοι δοκοῦντας εἶναι σοφοὺς, καὶ λόγοις τοῖς ἔξωθεν οὐ μετρίως ἐξησκημένους πρὸς τὸ δύνασθαι διενθυμεῖσθαι πικρὰ, κἀκεῖνο διέλαθεν, ὅτι τὸν τοῦ Θεοῦ καὶ Πατρὸς κατασμικρύνοντες χαρακτῆρα, τουτέστι, τὸν Υἱὸν, οὐκ αὐτοῦ τοσοῦτον, ὅσον ἐκείνου κατηγορεῖν ἐγνώκατε, οὗ καὶ ἔστι χαρακτὴρ, οὕτως ἔχειν ἐξ ἀνάγκης ὀφείλοντος ὡς ἂν ἐν Υἱῷ διαφαίνηται. „Ἀλλ' ἐκβιάσεταί σε, φησὶν, ἡ τοῦ Υἱοῦ φωνὴ, πρὸς τὸ „καὶ οὐχ ἑκόντα συναινεῖν οἷς εἰπεῖν οὐκ ἀπηξίωσεν. αὐτὸς „γὰρ οὐδὲν ἐξ ἑαυτοῦ ποιεῖν ὡμολόγηκεν, ἀλλὰ καὶ ἅπερ ἂν „διδάσκοιτο παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ταῦτα λαλεῖν. “Ἀλλὰ σοὶ μὲν, ὦ γενναῖε, καὶ τὰ καλῶς εἰρημένα δοκούντων ἔχειν οὐκ ὀρθῶς, ἐπείπερ ἠρνήσω τῆς ἀληθείας τὸ φῶς· ἡμεῖς δὲ πάλιν τὴν ἑαυτῶν βαδιούμεθα ὁδὸν, καὶ τὰ συνήθη καὶ φιλὰ φρονήσομεν περὶ τοῦ Μονογενοῦς μετὰ τῆς πρεπούσης ἡμῖν εὐσεβείας τοῖς προκειμένοις προσβάλλοντες. εἰ μὲν γὰρ εἴρηκεν ὁ Μονογενής Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ, λαμβάνων δὲ τὸ δύνασθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τερατουργῶ καὶ θαυμάζομαι, ἦν μέν τις καὶ οὕτω λόγος οὐδὲν ὅλως ὀφείλοντα διὰ τοῦτο κατηγορεῖσθαι δεικνύων αὐτὸν, πλὴν ἔδοξέ πως ἂν εὐπροσωπότερον ἡμῖν ἀντιπράτ-