Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.44
Not analysed yet
τειν ὁ δι' ἐναντίας. ἐπειδὴ δὲ ἁπλῶς καὶ ἀπολύτως ἐπενεχθέντος οὐδενός Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ φησιν, οὐ πάντως ἐροῦμεν αὐτὸν ὡς κατά τι γοῦν ἀσθενῆ τὴν ἰδίαν καταιτιᾶσθαι φύσιν, ἀλλ' ἕτερόν τι σημαίνειν ἀληθὲς καὶ ἀκατηγόρητον. ἵνα γὰρ ἐπ' ἄνθρωπον μετασχηματίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν ἀκριβῶς, ὅ φησιν· ἔστωσαν δύο τινὲς ἄνδρες τυχὸν τὴν αὐτὴν δηλονότι λαχόντες φύσιν, ἰσοσθενεῖς τε ἀλλήλοις καὶ ὁμογνώμονες, εἶτα λεγέτω ὁ εἷς ἐξ αὐτῶν Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ἆρα ὡς ἀσθενὴς, ἢ καὶ δρᾶν ὅλως οὐδὲν ἀφ' ἑαυτοῦ δυνάμενος τὸ τοιοῦτον φήσειεν ἂν, ἢ ὡς ἔχων ἐφ' ἅπασι συνευδοκητὴν καὶ ὁμογνώμονα τὸν ἕτερον καὶ συνεζευγμένον αὐτῷ; οὕτω μοι νόει καὶ ἐφ' Υἱοῦ, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο πολύ. ἐπειδὴ γὰρ ἐργαζομένῳ τὰ παράδοξα παραλόγως ἐπεπήδων Ἰουδαῖοι, ἄνω τε καὶ κάτω τὴν τοῦ σαββάτου λύσιν ἐπαιτιώμενοι, καὶ παρανομίαν ἐγκαλοῦντες αὐτῷ, λοιπὸν ἐφ' ἅπασιν ὁμογνωμονοῦντα καὶ συνευδοκητὴν ἐπεδείκνυε τὸν Θεὸν καὶ Πατέρα, τέχνῃ δυσωπῶν τὸν ἀχάλινον τῶν ἀπειθούντων θυμόν. ἦν γὰρ δὴ καὶ εἰκὸς ἀποφρίξαι μὲν ἤδη τινὰς τὸ ἐγκαλεῖν ἐθέλειν αὐτῷ πάντα δρᾶν λέγοντι κατὰ βούλησιν τοῦ Πατρὸς, καὶ τὸ ἴδιον ἐν τῷ ἐκείνου δεικνύοντι θελήματι. τὸ δὲ πάντα κατὰ θέλησιν τοῦ Πατρὸς ἐργάζεσθαι τὸν Υἱὸν, οὐκ ἐλάττονα δείξει καὶ ὑπουργὸν, ἀλλ' ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιον. ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, καὶ ἡ ζῶσα βουλὴ, οὐχ ἕτερόν τι ποιεῖν ὁμολογεῖ παρ' ὅπερ ἂν βούληται τυχὸν ὁ Πατὴρ, οὗ καὶ ἔστι καὶ σοφία καὶ βουλὴ, ἐπεὶ καὶ σύνεσις ἡ ἐν ἡμῖν οὐκ ἀφ' ἑαυτῆς τι ποιεῖ, σύμπαν δὲ τὸ ἡμῖν δοκοῦν ἀποπληροῖ. καὶ μικρὸν μὲν ὡς πρὸς