Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.45
Not analysed yet
ἐκεῖνο τὸ παράδειγμα, πλὴν ἔχον εἰκόνα τῆς ἀληθείας οὐκ ἀμυδράν. καὶ ὥσπερ ἡ σύνεσις ἡ ἐν ἡμῖν οὐχ ἕτερον εἶναι παρ' ἡμᾶς τι λελόγισται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, οὐχ ἕτερόν τι παρ' αὐτόν ἐστιν ὅσον εἰς οὐσίας ταυτότητα λέγω, καὶ φύσεως ἀπαράλλακτον ὁμοιότητα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς ἰδιοσυστάτως. Ἐπειδὴ δὲ πρὸς τοῦτό φησιν ὅτι Καθὼς ἐδίδαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ, νομιζέτω μηδεὶς μαθήσεως ὅλως τῆς κατά τι γοῦν ἐπιδεᾶ καθεστάναι τὸν Υἱόν· πολλὴ γὰρ ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία· σημαίνει δέ τι τοιοῦτον ἡ τοῦ λόγου δύναμις. Ἰουδαῖοι μὲν γὰρ οἱ συνιέναι τῶν ἀγαθῶν τι οὐκ ἰσχύοντες, οὐ μόνον ἐφ' οἷς εἰργάζετο παραδόξως ἐσκανδαλίζοντο, ἀλλὰ καὶ ὅτε τι τῶν θεοπρεπῶν ῥημάτων ἐφθέγγετο τοῦτο παθόντας ἴδοι τις ἄν· καὶ γοῦν λέγοντός τε καὶ ἀληθεύοντος Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, διεπρίοντό τε καὶ τὰ πάνδεινα χρῆναι τολμᾶν διεσκέπτοντο. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα μάτην αὐτοὺς ἐπὶ τούτῳ λελυττηκότας ἐλέγξῃ, τοὺς ἑαυτοῦ λόγους τοῦ Θεοῦ καὶ Πατρὸς εἶναί φησιν, ἀνθρωπινώτερον μὲν τό Ἐδίδαξεν εἰπών. πλὴν οὐκ ἔξω θεωρίας λεπτῆς τὴν ἀπὸ τῆς λέξεως εὑρήσομεν δύναμιν· καὶ εἰ μὴ δέχοιτο τυχὸν ὁ τῆς ἀληθείας ἐχθρὸς τὰ ἀνθρώπινα, μάλιστα μὲν ἀδικεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον. ἐταπείνωσε γὰρ ἑαυτὸν ὁ Μονογενὴς ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο πολλάκις λαλῶν ὡς ἄνθρωπος. πλὴν ἴστω πάλιν ὡς οὐδὲν ἀδικήσει τὸν Υἱὸν εἰς ἀξίωμα τὸ θεοπρεπὲς τὸ εἰπεῖν Καθὼς ἐδίδαξέ με ὁ Πατὴρ οὕτω λαλῶ· πανταχόθεν γὰρ ὑγιῶς ἔχοντα καὶ καλῶς καὶ τοῦτον αὐτοῦ τὸν λόγον ἐπιδείξομεν. ἀποκρινάσθω δὲ ἡμῖν