Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.46
Not analysed yet
διερωτῶσιν ἐκεῖνος τῶν τῆς εὐσεβείας δογμάτων ὁ κατήγορος Τίς εἰπέ μοι τὸ βρέφος τὸ ἀρτιγενὲς τῇ ἀνθρωπείᾳ διδάσκει κεχρῆσθαι φωνῇ; διὰ τί μὴ βρυχᾶται κατὰ τὸν λέοντα, ἤγουν ἕτερόν τι τῶν ἀλόγων ζῴων ἀπομιμεῖταί ποτε; ἀλλ' ἔδει δήπου πάντως, καὶ ἐπ' ἐκεῖνο δραμεῖται τὸ κοινὸν καὶ πᾶσι κατειθισμένον· ἡ φύσις διδάσκαλος πρὸς τὴν τοῦ σπείροντος ἰδιότητα τὸ ἐξ αὐτοῦ διαπλάττουσα. ἔστιν οὖν ἄρα μαθεῖν ἀδιδάκτως παρὰ τῆς φύσεως, ὅλης, ἵν' οὕτως εἴπω, τῆς τοῦ σπείροντος ἰδιότητος ἐντεθείσης τῷ γεννήματι. οὕτω τοιγαροῦν καὶ αὐτὸς ὁ Μονογενὴς μαθεῖν παρὰ τοῦ Πατρὸς καὶ ἐν τούτοις διισχυρίσατο. ὅπερ γάρ ἐστιν ἡμῖν ἡ φύσις, τοῦτο δὴ πάντως αὐτῷ νοοῖτ' ἂν εἰκότως ὁ Θεὸς καὶ Πατὴρ, καὶ ὥσπερ ἡμεῖς, ἐπείπερ ἄνθρωποι καὶ ἐξ ἀνθρώπων ἐσμὲν, ἀδιδάκτως μανθάνοντες παρὰ τῆς φύσεως λαλοῦμεν ἀνθρωποπρεπῶς, οὕτω καὶ αὐτὸς, ἐπείπερ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἔμαθεν ὥσπερ ἀπὸ τῆς ἰδίας φύσεως λαλεῖν, ὡς Θεὸς, καὶ τὰ πρέποντα Θεῷ διαλέγεσθαι, ὅπερ ἐστίν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὃ γὰρ οἶδεν ἑαυτὸν ὄντα διὰ τὸ ἐξ οὗπέρ ἐστι Πατήρ· φῶς ἐστι γὰρ ἐκ φωτός· τοῦτο μαθεῖν ἔφη παρ' αὐτοῦ, ἀδίδακτόν τινα μάθησιν τῶν θεοπρεπῶν ἔργων τε καὶ λόγων ἐκ τῆς τοῦ γεννήσαντος ἰδιότητος ἔχων καὶ φύσεως, ὥσπερ ἀναγκαίοις θεσμοῖς εἰς ταυτοβουλίαν τὴν ἐφ' ἅπασι καὶ ταυτολογίαν ἀναβαίνων τῷ Θεῷ καὶ Πατρί. πῶς γὰρ οὐκ ἔδει τὸ ἐν θελήσει ταὐτὸν, καὶ τὸ ἐν λόγοις ἴσον τε καὶ ὅμοιον ἀναμφιλόγως ἐνυπάρχειν τοῖς, οἵ γε μίαν ἔχουσι τὴν φύσιν; ἐπὶ Θεοῦ δὲ πάντως ὁ λόγος, οὐκ ἐφ' ἡμῶν· ἡμᾶς μὲν γὰρ καὶ ἠθῶν παρατροπαὶ, καὶ θελημάτων διαφοραὶ, καὶ παθῶν πλεονεξίαι τῶν τοῦ πρέποντος ἐξέλκουσιν ὅρων· ἡ δὲ θεία τε καὶ ἀπερινόητος φύσις, ὡσαύτως ἔχουσα διὰ παντὸς καὶ