Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.47
Not analysed yet
ἐν τοῖς ἰδίοις ἀγαθοῖς ἀκλονήτως ἐρηρεισμένη, ποίαν ἔχοι τὴν ἐφ' ἕτερόν τι παρατροπήν· ἢ πῶς οὐχὶ πάντως δραμεῖται κατ' εὐθὺ τοῦ ἰδίου σκοποῦ, καὶ τὰ ἑαυτῇ πρέποντα καὶ λαλήσει καὶ ἐξεργάσεται; τῆς αὐτῆς οὖν οὐσίας ὑπάρχων ὁ Μονογενὴς πρὸς τὸν ἑαυτοῦ γεννήτορα, καὶ τοῖς τῆς μιᾶς θεότητος ἀξιώμασι διαπρέπων, πάντως δήπου καὶ ἀναγκαίως ἐργάσεται μὲν ἅπερ ἂν ἐργάσαιτο καὶ αὐτὸς ὁ Πατήρ· τοῦτο γάρ ἐστι τὸ ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· λαλήσει δὲ πάντως τὰ τοῦ γεννήσαντος, οὐχ ὡς ὑπουργὸς ἢ κεκελευσμένος ἢ ὡς μαθητὴς, ἀλλ' ὡς φύσεως ἰδίας ἔχων καρπὸν, τὸ καὶ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς χρῆσθαι λόγοις. ἐν τούτῳ γὰρ διαφαίνεται σαφῶς καὶ λοιδορίας ἁπάσης ἀμοιροῦν τὸ μὴ λέγεσθαί τι παρ' αὐτοῦ. Καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστι· καὶ οὐκ ἀφῆκέ με μόνον. Ἐν τούτῳ δείκνυσιν ἐναργῶς ὅτι τὴν τοῦ Θεοῦ καὶ Πατρὸς διερμηνεύει βουλὴν, οὐκ αὐτὸς ἔχων ἑτέραν παρὰ τὴν ἐν ἐκείνῳ· πόθεν; αὐτὸς γάρ ἐστιν ἡ ζῶσα καὶ ἐνυπόστατος βουλή τε καὶ θέλησις τοῦ γεννήσαντος αὐτὸν, κατὰ τὸ ἐν βίβλῳ ψαλμῶν εἰρημένον ὑπό τινος τῶν ἁγίων "Ἐν "τῇ βουλῇ σου ὡδήγησάς με," καὶ πάλιν "Κύριε, ἐν τῷ "θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν," πάντα γὰρ ἐν Χριστῷ τὰ ἀγαθὰ τοῖς ἀγαπῶσιν αὐτόν· ἀλλ' ὡς εἰς γνῶσιν ἐκφέρων τὴν ἡμετέραν τὰ ἐν τῷ Θεῷ καὶ Πατρί. ὅνπερ γὰρ τρόπον τὰ ἐν τῷ βάθει τῆς ἡμετέρας διανοίας ὁ προφορικὸς ἡμῶν οὗτος καὶ διὰ γλώσσης προχεόμενος σαφηνίζει λόγος, καὶ τὴν ἐν τῷ νῷ θέλησιν τὴν ἐπί τισι δηλονότι φημὶ, καθάπερ τι μάθημα λαβὼν, καὶ ἐξ αὐτῆς