Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.48
Not analysed yet
ἐπὶ τὸ τοιῶσδε τυχὸν λαλεῖν ὁρμώμενος· οὕτω πάλιν εὐσεβοῦντες ὑποτοπήσωμεν τὴν τοῦ παραδείγματος δύναμιν ἀναβαίνοντα τὸν Υἱὸν, ἐπείπερ ἐστὶν αὐτὸς καὶ Λόγος καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ ἐν αὐτῷ διαλέγεσθαι. καὶ ἐπείπερ ἐστὶν οὐκ ἀνυπόστατος ὥσπερ ὁ ἀνθρώπινος, ἀλλ' ἐνούσιός τε καὶ ζῶν ὡς ἰδίαν ἔχων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς τὴν ὕπαρξιν, οὐκ εἶναι μόνος ἐνθάδε φησὶν, εἶναι δὲ μετ' αὐτοῦ καὶ τὸν πέμψαντα αὐτόν. ὅταν δὲ λέγῃ τό Μετ' ἐμοῦ, σημαίνει τι πάλιν θεοπρεπές τε καὶ μυστικόν· οὐ γὰρ δήπου νομιοῦμεν ἐκεῖνο λέγειν αὐτὸν, ὅτι ὥσπερ ἂν εἴη τυχὸν μετὰ προφήτου Θεὸς, συνασπίζων δηλονότι τῇ οἰκείᾳ δυνάμει, καὶ ταῖς εὐμενείαις ἐπικουρῶν ἤτοι ταῖς διὰ τοῦ Πνεύματος ἐλλάμψεσιν εἰς προφητείαν ἐγείρων, οὕτω καὶ μετ' αὐτοῦ τὸν γεννήσαντα· ἀλλὰ καὶ ἐν τούτοις τίθησι τό Μετ' ἐμοῦ καθ' ἕτερον τρόπον· εἰς τὴν αὐτὴν γάρ μοι φύσιν ἐστὶν ὁ πέμψας μέ φησι, Θεὸς δηλονότι καὶ Πατήρ. Κατὰ τόδε νοήσεις τὸ σχῆμα καὶ τὸ ἐν τῷ προφήτῃ κείμενον Ἡσαΐᾳ περὶ Χριστοῦ "Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, "ὅτι μεθ' ἡμῶν ὁ Θεὸς," ἁρμόσει μὲν γὰρ ὁ ἐπὶ τούτῳ λόγος καὶ ἐπ' αὐτῷ τὴν τοῦ σώζεσθαι πεποιημένοις ἐλπίδα· φασὶ δὲ ὅμως καὶ οὗτοι τό Μεθ' ἡμῶν ὁ Θεὸς, οὐχ ὥσπερ ἂν εἴ τις ὑπονοήσαι τυχὸν, ὅτι συνεργὸς μὲν γὰρ καὶ συμπαραστάτης ἔσται Θεὸς, ἀλλ' ὅτι μεθ' ἡμῶν, τουτέστιν, ἐξ ἡμῶν. ἄνθρωπος μὲν γὰρ γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν τούτῳ πάντες διασεσώσμεθα, καὶ διεῤῥήξαμεν τὰ τοῦ θανάτου δεσμὰ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἀπεδυσάμεθα φθορὰν, ἐπείπερ καταβέβηκεν εἰς ἡμᾶς, καὶ μεθ' ἡμῶν γέγονεν ὁ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχων Θεὸς Λόγος. ὥσπερ