Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.49
Not analysed yet
οὖν ἐν τούτῳ νοοῦμεν τὸ μεθ' ἡμῶν ὁ Θεὸς, ἀντὶ τοῦ εἰς τὴν αὐτὴν ἡμῖν γέγονε φύσιν ὁ ἐκ Θεοῦ καὶ Πατρὸς Λόγος, οὕτω κἀνθάδε τὴν ἴσην τοῖς θεωρήμασιν ἀναλογίαν ἀποσώζοντες ὅταν λέγῃ Χριστός Ὁ πέμψας με μετ' ἐμοῦ ἐστι καὶ οὐκ ἀφῆκέ με μόνον, ἐκδεξόμεθα σαφῶς ἐκεῖνο σημαίνοντα μυστικῶς, ὅτι, καθάπερ ἤδη προείπομεν, εἰς τὴν αὐτήν μοι φύσιν ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, καὶ οὐκ ἀφῆκέ με μόνον. καὶ γὰρ ἦν ὄντως ἀμήχανον, μὴ οὐχὶ πάντως ἔχειν μετ' ἐμαυτοῦ τὸν ἐξ οὗ γεγέννημαι Θεὸν καὶ Πατέρα. Καὶ ἴσως ἐρεῖ τις καὶ διερωτήσει φιλομαθέστερον Διὰ ποίαν αἰτίαν αὐτὸς τὰ τοιαῦτά φησιν ὁ Σωτὴρ, ἢ τί τὸ πεπεικὸς ἐπὶ ταύτην αὐτὸν ἰέναι τὴν ἐξήγησιν; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς ἀπολογησόμεθα, χρησίμως καὶ ἀναγκαίως ἐπιδεικνύντες αὐτὸν τοῖς ἤδη προειρημένοις ἐπιτιθέντα καὶ τοῦτο. ἐπειδὴ γὰρ εἴρηκεν ὅτι "καθὼς ἐδί"δαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ," ἀναγκαίως ἤδη συνόντα τε καὶ ὁμοούσιον ἑαυτῷ δεικνύει τὸν Πατέρα, ἵνα πιστεύηται λοιπὸν τὰ ἐκείνου λαλῶν ὡς Θεὸς τὰ ἐκ Θεοῦ, καὶ ἀπὸ τῆς φυσικῆς τοῦ γεννήσαντος ἰδιότητος ἐπὶ τὸ λέγειν τὰ θεοπρεπῆ παρορμώμενος, καθαπεροῦν τὰ ἀνθρώπων τέκνα μάθησίν τινα παρὰ τῆς φύσεως ἀδίδακτον ἔχοντα, καθάπερ ἐν τοῖς ἀνωτέρω προειρήκαμεν, οἶδεν ἀληθῶς τὰ τῆς ἀνθρωπότητος ἴδια. οὐ σκανδαλιστέον τοιγαροῦν, ὅταν τι λέγῃ μαθεῖν παρὰ τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ διὰ ταύτην ἔσται τὴν αἰτίαν ἐλάττων αὐτοῦ, ἀλλ' οὐδὲ ἔκφυλός τις κατ' ἐκείνους εὑρεθήσεται· καὶ λογισμῷ τοιῷδε τὸ πρᾶγμα κατασκεψώμεθα. οὐ γὰρ ἐν τῷ εἰδέναι τι τυχὸν, ἢ μὴ εἰδέναι ὁ τῆς οὐσίας δοκιμάζεται λόγος, ἀλλ' ἐν τῷ τί ἕκαστον κατὰ φύσιν ἐστίν· οἷον φέρε εἰπεῖν Παῦλος ὑποκείσθω καὶ Σιλουανός· καὶ ὁ μὲν Παῦλος ἴστω καὶ πεπαιδεύσθω τελείως τὸ ἐπὶ Χριστῷ μυστήριον· ἔλαττον δέ πως ἢ κατὰ