Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.50
Not analysed yet
τὸν Παῦλον ὁ Σιλουανός. ἆρ' οὖν οὐχ ὅμοιοι κατὰ τὴν φύσιν, ἢ ὑπερέξει κατὰ τὸν οὐσίας λόγον ὁ Παῦλος τὸν Σιλουανὸν, ἐπείπερ ἔγνω μειζόνως ἢ κατ' ἐκεῖνον τοῦ μυστηρίου τὸ βάθος; ἀλλ' οὐδένα ληρεῖν εἰς τοσοῦτον ὑπολαμβάνω, ὡς νομίσαι ποτὲ διηλλάχθαι τὴν φύσιν αὐτοῖς διὰ τὸ ἐν γνώσει μεῖζον ἢ ἔλαττον. ὅτε τοίνυν οὐκ ἐν τῷ τι μαθεῖν ἢ διδάξαι, τὰ τῆς οὐσίας ἀκριβῶς δοκιμάζεται, καθάπερ εἰρήκαμεν, οὐδὲν ἀδικήσει τὸν Υἱὸν εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸν, ὅταν τι λέγῃ καὶ μαθεῖν παρὰ τοῦ ἰδίου Πατρός. οὐ γὰρ διὰ τοῦτο τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξοιχήσεται, μένει δὲ πάντως ὅπερ ἐστὶ, τουτέστι, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός. Ἀλλ' ἴσως ἐρεῖς Πῶς οὖν; ἐν γνώσει μείζων ὁ Πατήρ· διὰ γὰρ τοῦτο διδάσκει τὸν Υἱόν. ἐροῦμεν δὲ πάλιν ὅτι μάλιστα μὲν ἤδη διὰ πολλῶν ἀπεδείξαμεν λόγων ὅτι μαθήσεως καὶ διδασκαλίας ἀπροσδεὴς ἡ σοφία τοῦ Πατρὸς, καὶ πολλοὺς ἐπὶ τούτῳ συνείροντες λογισμοὺς, εἰς ἄμετρον δυσφημίαν καταστρέφοντα τὸν λόγον ἐξηλέγχομεν. εἶτά σοι κἀκεῖνο πρὸς τούτοις εἰπεῖν ἀναγκαῖον ἤδη φαίνεται, ὅτι σπουδὴ τῷ Υἱῷ καὶ πολλὴ λίαν ἡ ἐπιτήρησις πρὸς τὸ κολοβοῦν ἀεὶ τὸ ἴδιον ἀξίωμα, καὶ οὐ σφόδρα θεοπρεπῶς διαλέγεσθαι διὰ τὴν τοῦ δούλου μορφὴν, καὶ τὴν ἐντεῦθεν δι' ἡμᾶς ἀναληφθεῖσαν ταπείνωσιν. ποῦ γὰρ καταβέβηκεν, ἢ ἐκ ποίων εἰς οἷα μετέστη λοιπὸν, εἰ μὴ λαλεῖ τι καὶ ὑποβεβηκότως καὶ τῆς θεοπρεποῦς δόξης οὐ λίαν ἐπαξίως; διὰ γάρ τοι τούτων πολλάκις, καὶ ἅπερ οἶδεν ὡς Θεὸς, ἀγνοεῖν ὡς ἄνθρωπος σχηματίζεται. ὄψει δὲ τοῦτο σαφῶς ἐν ἱστορίᾳ τῇ κατὰ τὸν Λάζαρον τὸν ἐκ Βηθανίας φημὶ, ὃν καὶ παραδόξῳ δυνάμει καὶ θεοπρεπεστάτῃ φωνῇ τεθρήμερον ὄντα καὶ ὀδωδότα, λοιπὸν παλινδρομῆσαι πρὸς ζωὴν παρε-