Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.51
Not analysed yet
σκεύασεν· ἀλλ' ὅρα μοι τὴν ἐν τῷ πράγματι πεπλασμένην οἰκονομίαν. εἰδὼς γὰρ ὅτι τέθνηκε Λάζαρος, καὶ τοῦτο προειρηκὼς τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς Θεὸς, ἀνθρωπίνως ἀντεπύθετο "Ποῦ τεθείκατε," λέγων, αὐτόν. ὦ παραδόξου πράγματος. ὁ μακράν που τῆς Βηθανίας διαιτώμενος, καὶ οὐκ ἀγνοήσας ὡς Θεὸς, ὅτι τέθνηκε Λάζαρος, πῶς ἐζήτει μαθεῖν τὸ μνημεῖον; ἀλλ' ἐρεῖς ἄριστά γε φρονῶν, ὡς ὑπεπλάττετο τὴν ἐρώτησιν οἰκονομῶν τι χρήσιμον. δέχου τοίνυν κἀν τούτῳ πάλιν οἰκονομικῶς, ἅπερ οἶδεν ὡς Θεὸς, ταῦτα λέγοντα μαθεῖν παρὰ τοῦ Πατρός· παροτρύνεσθαι δὲ οὐκ ἐπιτρέπων μειζόνως τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, καὶ τὸν τῶν ἀμαθεστέρων κολάζων θυμὸν, οὐκ ἄκρατον εἰς αὐτοὺς τὸν θεοπρεπῆ λόγον εἰσφέρει, καίτοι πρέπον οὕτω μᾶλλον αὐτῷ διαλέγεσθαι. Ἐπειδὴ δὲ ἄνθρωπον ἔτι καὶ ψιλὸν ὑπάρχειν αὐτὸν ὑπενόουν, τοῖς ἀνθρωποπρεπέσι λόγοις κεράσας ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα, μετριώτερόν πως ἢ καθ' ἑαυτὸν οἰκονομικῶς προσλαλεῖ Ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε· δέχου μοι πάλιν κἀν τούτῳ τὴν λύσιν τοῦ δοκοῦντος εἶναι δυσχεροῦς, καὶ περιάθρει σαφῶς διερμηνευόμενον ὀρθῶς τό "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ." διὰ γὰρ τοῦτο, φησὶ, μηδὲν ἀπ' ἐμαυτοῦ ποιεῖν διεμαρτυράμην ὑμῖν ἔναγχος προσλαλῶν, ἐπείπερ ἔθος ἐμοὶ καὶ τριβὴ μηδὲν ἀπᾷδον ἐργάζεσθαι τῷ Θεῷ καὶ Πατρὶ, μηδὲ εἰδέναι τι δρᾶν, εἰ μὴ ὅπερ ἀρέσκει τῷ φύσαντι. πρόδηλον οὖν ἄρα λοιπὸν ὡς ἐν τούτῳ καὶ μόνον τὸ μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν τὸν Υἱὸν νοηθήσεται, ἐν τῷ τὰ ἀρεστὰ πράττειν ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ, ὡς εἴπερ εἰ μὴ τῶν τοιούτων εἰργάζετο τυχὸν, ἔδρασεν ἄν τι καὶ ἀφ' ἑαυτοῦ, τουτέστι, τὸ παρὰ βούλησιν τοῦ γεννήσαντος. οὐκ ἄρα διὰ τὸ ἡττῆσθαι τῆς πατρῴας ἀρετῆς, οὐδὲ διὰ τὸ μὴ δύνασθαί τι κατορθοῦν ἐξ ἰδίας ἰσχύος, οὐδὲν ἀφ' ἑαυτοῦ