Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.52
Not analysed yet
ποιεῖν ἐν τούτοις διισχυρίσατο, ἀλλ' ἐπείπερ ἰσογνώμων ἐστὶ καὶ συνεθελητὴς ἀεὶ τῷ γεννήσαντι πρὸς πᾶν ὁτιοῦν, καὶ οὐδὲν μελετήσας κατὰ μόνας ὥσπερ καὶ διῃρημένως ἐπιτελεῖν. καὶ οὐ δήπου νομιοῦμεν εἰς ἐκτόπους ἐννοίας κατολισθαίνοντες προαιρετικήν τινα καὶ ἑκτικὴν ἀρετὴν ἐνδείκνυσθαι τὸν Υἱὸν ἐν τούτοις, φύσεως δὲ μᾶλλον ἀτρέπτου καρπὸν, οὐκ ἀξιούσης τὸ θεοπρεπὲς ἐν τῷ τι βουλεύεσθαι δρᾶν. ἐπὶ μὲν γὰρ τῶν κτισμάτων ἅτε δὴ καὶ τρέπεσθαι δυναμένων ἐπὶ τὰ χείρω, καὶ μεταβολαῖς ὑπείκειν ταῖς ἐξ ἀμεινόνων ἐπὶ τὰ αἰσχίονα, καρπὸς ἂν εἴη θεοσεβοῦς τε καὶ φιλαρέτου γνώμης τὸ ἀγαθόν. ἐπὶ δέ γε τῆς θείας καὶ τὰ πάντα ὑπερκειμένης οὐσίας οὐχ οὕτως. ἀλλοιώσεως γὰρ καὶ τροπῆς ἁπάσης ἐξῃρημένης, καὶ τόπον οὐκ ἐχούσης οὐδένα, καρπὸς ἔσται λοιπὸν οὐσίας ἀπαραποιήτου τὸ ἀγαθὸν, ὥσπερ οὖν ἀμέλει καὶ ἐν πυρὶ τὸ θερμὸν, ἢ ἐν χιόνι τὸ ψυχρόν· οὐ γὰρ ἐν θελήσει τὸ πῦρ τὴν ἰδίαν ἐνέργειαν ἔχον ὁρᾶται, φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη, ἑτέρως ἔχειν οὐ δυνάμενον, εἰ μὴ ἄρα ποιεῖν τοῖς τοῦ πεποιηκότος ἐκβιάζηται νεύμασιν. οὐκοῦν οὐ καθάπερ ἡμεῖς, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν λογικῶν κτισμάτων, ἐκ προαιρέσεως τῆς ἐξαιρέτου διακρατούμενος εἰς τὸ δρᾶν ἐπείγεσθαι τὸ ἀρέσκον τι Θεῷ καὶ Πατρὶ τὰ τοιαῦτά φησιν ὁ Μονογενὴς, ἀλλ' ὡς φύσεως ἰδίας θεσμοῖς ἀκολουθῶν, καὶ οὐδὲν ἕτερον εἰδὼς φρονεῖν τε καὶ πράττειν, εἰ μὴ τὰ ἐν θελήσει τοῦ γεννήσαντος αὐτόν. πῶς γὰρ ἂν ὅλως ἡ ὁμοούσιός τε καὶ μία θεότης αὕτη καθ' ἑαυτῆς διχονοήσαι ποτέ; ἢ πῶς ἂν τὸ μὴ αὐτῇ φίλον ἐργάσαιτο, τινὸς αὐτὴν ἐφ' ἕτερόν τι παρατρέπειν ἰσχύοντος; εἰ γὰρ ὑφέστηκεν ἰδίᾳ καὶ καθ' ἑαυτὸν ὁ Θεὸς καὶ Πατὴρ,