Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.53
Not analysed yet
ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἀλλ' οὖν εἰς ὁλοτελῆ μερισμὸν ἡ ἁγία καὶ ὁμοούσιος οὐ διασπασθήσεται Τριὰς, εἰς μίαν δὲ μᾶλλον θεότητος φύσιν σύμπαν αὐτῆς ἀναβαίνει τὸ πλήρωμα. πρὸς δέ γε τούτοις κἀκεῖνο περισκεπτέον, ὡς οὐδεὶς ἂν εἰκότως καθέλοι λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ταυτότητος τὸν Υἱόν· ἐπείπερ ποιεῖν τὰ ἀρεστὰ αὐτῷ πάντοτε διισχυρίσατο, ὁμοούσιος δὲ μᾶλλον ὑπάρχων αὐτῷ, καὶ διὰ τούτου γνωσθήσεται καὶ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινός. τίς γὰρ ἂν εἰπέ μοι φρονήσει τὰ Θεοῦ θεοπρεπῶς τε καὶ ἀπαραλλάκτως, εἰ μὴ καὶ αὐτὸς ὑπάρχοι κατὰ φύσιν Θεός; ἢ τίς ἂν ἐπιτελέσαι πάντοτε τὸ ἀρέσκον αὐτῷ, μὴ οὐχὶ τὴν φύσιν ἄβατον ἔχων τοῖς χείροσι, καὶ τὸ ἐξαίρετον τῆς θείας φύσεως ἀξίωμα λαχὼν, τὸ μὴ εἰδέναι φημὶ τὸ ἁμαρτεῖν; περὶ μὲν γὰρ τῶν κτισμάτων εἴρηται "Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παῤῥησιά"σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;" ὅτε καὶ εἰς ἀκροτάτην ὑπερβολὴν ἀνατείνουσα τὸ εἰρημένον ἡ θεία γραφή "Ἄστρα δὲ, φησὶν, οὐ καθαρὰ ἐνώπιον αὐτοῦ." ἄγγελοι μὲν γὰρ καίτοι κατὰ πολὺ τῶν καθ' ἡμᾶς διαλλάττοντες, καὶ στάσιν ἔχοντες ἑδραιοτέραν τὴν εἰς ἀρετὴν, οὐ τετηρήκασι "τὴν ἑαυτῶν ἀρχήν·" διὰ γὰρ τὸ κατεσπᾶσθαί τινας ὅλως ἐκεῖθεν καὶ πεσεῖν εἰς ἁμαρτίαν, ὅλη κατηγορεῖται τῶν λογικῶν κτισμάτων ἡ φύσις ὡς ἁμαρτίας δεκτικὴ, καὶ τροπῆς τῆς ἐπὶ τὸ χεῖρον ἀμοιρεῖν οὐκ ἰσχύουσα· ζῷον δὲ τὸ ἐπὶ τῆς γῆς λογικόν τε [καὶ] θεοείκελον, οὐδὲ ἐν μακροῖς ἐξώλισθε χρόνοις, ἀλλ' ἐν πρώτῳ πέπτωκε τῷ Ἀδάμ. οὐκοῦν ἀπείρηται παντελῶς τῇ κτίσει τὸ ἀμετάφορον καὶ ἄτρεπτον, καὶ τὸ ὡσαύτως ἔχειν δύνασθαι φυσικῶς· μόνῳ γὰρ ἁρμόσει τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ. τοῦτο δὲ ἐν Υἱῷ διαφαίνεται καλῶς· "ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς ὁ Παῦλός φησιν,