Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.54
Not analysed yet
"οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·" Θεὸς οὖν ἄρα καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱὸς τοῦ ἁμαρτάνειν καὶ τρέπεσθαι μὴ εἰδότος, καὶ τὸ πρέπον τῇ ἰδίᾳ φύσει μὴ ἐκτρέχοντός ποτε. ὅταν οὖν τὰ ἀρεστὰ τῷ Πατρὶ ποιεῖν ὁμολογῇ πάντοτε, σκανδαλιζέσθω μηδεὶς, μηδὲ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ, ὑπάρχειν οἰέσθω τὸν ἐξ αὐτοῦ, φρονείτω δὲ μᾶλλον εὐσεβῶς, ὡς δὲ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν εἰς ταυτοβουλίαν καὶ, ἵν' οὕτως εἴπω, ταυτοεργίαν ἀναβαίνει τῷ φύσαντι. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Τὸ σμικροπρεπὲς ἐν τῷ λόγῳ πολλάκις ἐπιτηδεύοντα τὸν Χριστὸν, διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καὶ μέγα τι τὸ ἐντεῦθεν κατορθοῦν εἰωθότα θαυμάζει πάλιν ἐντεῦθεν ὁ σοφὸς Εὐαγγελιστής· παρὸν γὰρ ὡς Θεῷ τὰ πάντα λαλεῖν, ἐλευθέραν τε καὶ βασιλικὴν ἔχουσαν τὴν ἐφ' ἅπασιν ἐξουσίαν ποιεῖσθαι τὴν διάλεξιν, συμμετριάσας οἰκονομικῶς ἕξει τὸν λόγον, σαγηνεύει μὲν εἰς εὐπείθειαν πολλοὺς, προσεδρεύειν τε λοιπὸν πολλοὺς ὑποπείθει σπουδαιότερον αὐτῷ. οὐκοῦν οὐκ εἰκαῖον τῷ Σωτῆρι τὸ ἐπιτήδευμα, φημὶ δὲ τὸ λαλεῖν τοῖς ὄχλοις ἀνθρωποπρεπέστερον· ἀπεθρασύνοντο γὰρ οὐ μικρῶς, καὶ ἀπεφοίτων εὐκόλως αὐτοῦ τῶν ἀμαθεστέρων τινὲς, ἄνθρωπον βλέποντες, καὶ θεοπρεπῶν ἀκούοντες λόγων. ἐπειδὴ δὲ ἦν ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος, ἀκατηγόρητον ἔχων ἐπ' ἄμφω τὴν ἐξουσίαν, καὶ ἀνεγκλήτως καθ' ὅνπερ ἂν βούλοιτο τρόπον διαλέγεσθαι δυνάμενος, ταῖς τῶν ἀκροωμένων ἐλαφρίαις εὖ μάλα ποιῶν συνεπλάττετο, τὰ ἀνθρώπῳ πρέποντα πολλάκις περὶ ἑαυτοῦ ποικίλως ἐξηγούμενος, οἷον δέ τι φημὶ τό Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, καὶ τὰ τούτοις ἀδελφά· συνιέντες γὰρ ὅλως οὐδὲν, ἀβασανίστως δὲ