Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.55
Not analysed yet
μᾶλλον τοῖς λεγομένοις προσβάλλοντες, ἐπὶ τὸν κοινὸν δὴ τοῦτον καὶ πρόχειρον τοῖς πολλοῖς ἐβάδιζον νοῦν· ᾤοντο δὲ λέγειν αὐτὸν ὅτι Καὶ λαβὼν παρὰ Θεοῦ τὸ δύνασθαι θαυματουργῶ, καὶ ὅτι μετ' ἐμοῦ ἐστιν, ἐπείπερ "αὐτῷ τὰ ἀρεστὰ "ποιῶ πάντοτε." Συμφρονοῦσιν οὖν ἄρα τοῖς ἀνοσίοις Ἰουδαίοις οἱ ἐπάρατοι τῆς ἀληθείας ἐχθροὶ καὶ, τοῖς τῆς εὐσεβείας ἀντιπράττοντες δόγμασι, μικρὰ περὶ τοῦ Κυρίου φιλονεικοῦντες βουλεύονται, καὶ τὰ οἰκονομικῶς τε καὶ καλῶς εἰρημένα, πρὸς καθαίρεσιν τῆς ἐνούσης αὐτῷ δόξης τε καὶ ἐξουσίας ἁρπάζοντες, τὸ τῆς ἀληθείας παρακλέπτουσι κάλλος. οὐ γὰρ διαμέμνηνται κατὰ τὸ εἰκὸς Παύλου μὲν λέγοντος, ὅτι χρὴ λογισμοὺς καθαιρεῖν "καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ "τῆς γνώσεως τοῦ Θεοῦ, αἰχμαλωτίζειν τε πᾶν νόημα εἰς" Χριστὸν καὶ εἰς τὴν ὑπακοὴν αὐτοῦ· ἠγνοήκασι δὲ πάλιν τὸ περὶ τῶν θείων εἰρημένον λογίων δι' ἑνός που τῶν προφητῶν "Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ "ἐπιγνώσεται ταῦτα;" εἰ μὴ γάρ τις αὐτοῖς πολλὴ λίαν ἐπεπόλαζεν ἀσάφεια, καὶ βαθύ τι καὶ σκοτεινὸν ἐπενήχετο κάλυμμα, τίς ἡ χρεία τοῦ ζητεῖσθαι σοφὸν καὶ συνετὸν, ὃς ἂν εὑρεῖν δύναιτο τὴν τούτων ἐπίγνωσιν; Ἀλλὰ τούτων μὲν ἅλις πρὸς τὸ παρὸν, ἐροῦμεν δὲ μᾶλλον ἀπὸ τῶν προκειμένων ἑλόντες τι χρήσιμον. ἐπίστευον τὰ τοιαῦτα λέγοντι τῷ Χριστῷ, καθά φησιν ὁ Εὐαγγελιστὴς, οὐ πάντες, ἀλλὰ πολλοί· ἀλλὰ καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ οὐδὲν ἔχων ἐν ὀφθαλμοῖς, ὃ μὴ πάντως ἐστὶ γυμνὸν, εἰδώς τε καὶ λίαν ἀκριβῶς, ὡς οὐχ ἅπαντας ἁρπάσει πρὸς εὐπείθειαν, διεκαρτέρει μακροὺς ἀναλίσκων λόγους τοῖς προσιοῦσιν αὐτῷ, κάλλιστον ἡμῖν ὑπο-